Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα: παρόσον οἱ ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντες Δωριεῖς πρῶτοι λέγονται τὸ ὄργανον ἐσκευακέναι.

b. οἱ δὲ παρὰ τὸ δῶρον ἀκούουσιν, ὅτι δὴ τὴν λύραν Ἑρμῆς ἀντὶ τῆς τῶν βοῶν κλοπῆς Ἀπόλλωνι παρέσχεν.

c. οἱ δὲ ὅτι Δωρικῇ ἁρμονίᾳ ἥρμοστο τῷ Πινδάρῳ ἡ λύρα. ἁρμονίαι δὲ πλείονες· Δώριος, Φρύγιος, Λύδιος.

d. τὸ δὲ ἀπὸ δύναται μὲν ἀκούεσθαι καὶ πρὸς τὸ [ἀπὸ] πασσάλου, ἵν᾿ ᾖ ἀπὸ πασσάλου, δύναται δὲ καὶ [*]() πρὸς τὸ λάμβανε, ἵν᾿ ᾖ ἀπολάμβανε.

e. ἐκ τούτου τὸ ἀκμαῖον τῆς τοῦ ἐγκωμίου γραφῆς ὑποφαινόμενον εἴη.[*]()