Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
c. ἢ H gl τὴν προσφιλεστάτην.
d. ὁ δὲ νοῦς· οἷα παίζομεν φίλαν ἄνδρες: [*]() ὁποῖα μάλιστα μουσικὰ οἱ ἄνθρωποι συνεχῶς κατὰ τὰ συμπόσια
1.26
περὶ τὴν προσφιλῆ τράπεζαν παίζομεν. καλῶς καὶ μετὰ τὴν εὐωχίαν εἷπεν· οὐ γὰρ ἦν σπουδαίου ἄνευ τοῦ εὐωχεῖσθαι κιθαρίζειν.[*]()e. ἀμφίβολον οὖν πότερον ἀγλαΐζεται μουσικᾶς ἐν ἀώτῳ μουσικὰ συζητῶν παρὰ τὸ δεῖπνον, ἢ ἐπεὶ λύρα περιεφέρετο τοῖς δειπνοῦσιν, ὡς ἀπαρχομένων παιδιᾷ μουσικῇ τοῦ εἰς Ἱέρωνα ὕμνου.
[*]()a. ἀλλὰ Δωρίαν ἀπὸ φόρμιγγα: παρόσον οἱ ὑπὸ τὸν Παρνασσὸν οἰκοῦντες Δωριεῖς πρῶτοι λέγονται τὸ ὄργανον ἐσκευακέναι.