Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. δαιδαλωσέμεν ὕμνων πτυχαῖς: κοσμήσειν. [*]() πτυχαῖς, ταῖς ποιήσεσιν· ἐπεὶ διαιρεῖται εἰς στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδάς.

b. ἄλλως· ὕμνων πτυχαῖς: τοῖς ὕμνοις κατὰ περίφρασιν. | οἰκείως δὲ πρὸς τὸ δαιδαλωσέμεν [*]() καὶ τὸ ποικίλλειν, ὥσπερ ἐπὶ κατασκευάσματος, τὸ πτυχαῖς ἐπήγαγεν.

a. θεὸς ἐπίτροπος: οἱ μὲν, φροντιστὴς τῆς σῆς [*]()

1.54
εὐδαιμονίας, ὦ Ἱέρων, ἀδιάπταιστόν σοι τὴν εὐδαιμονίαν[*]() φυλάττει. οἱ δὲ πάλιν ἐπὶ τοῦ Πινδάρου· | ἐπίτροπος θεὸς ἐπὶ τῷ ἐμῷ τρόπῳ· καὶ λέγει τὴν Μοῦσαν.

b. θεὸς ἐπόπτης καὶ διοικητὴς τεαῖσι μήδεται μερίμναις, κῆδος ἔχων τοῦτο, εἰς τοῦτο σπουδάζων τὸ σοῦ προνοεῖσθαι.

c. ἄλλως· θεὸς ἐπίτροπός σου ὢν ἔχει τε καὶ φυλάσσει τοῦτο[*]() ταῖς σαῖς μερίμναις, τὸ νικᾶν σε.