Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ἄλλως· πεπίστευκα δὲ ὅτι οὐδένα ὕμνησα [*]() ἀμφότερα ἔχοντα, ἐμπειρίαν τε καλῶν καὶ δύναμιν· ἀναφέρεται δὲ τοῦτο εἰς Ἱέρωνα.

e. ἄλλως· τεθάρρηκά, φησιν, [*]() ὅτι κυρίως ὑμνῶ τὸν εὐδύναμον καὶ φιλάρετον καὶ δίκαιον καὶ γενναῖον.

a. δαιδαλωσέμεν ὕμνων πτυχαῖς: κοσμήσειν. [*]() πτυχαῖς, ταῖς ποιήσεσιν· ἐπεὶ διαιρεῖται εἰς στροφὰς καὶ ἀντιστρόφους καὶ ἐπῳδάς.

b. ἄλλως· ὕμνων πτυχαῖς: τοῖς ὕμνοις κατὰ περίφρασιν. | οἰκείως δὲ πρὸς τὸ δαιδαλωσέμεν [*]() καὶ τὸ ποικίλλειν, ὥσπερ ἐπὶ κατασκευάσματος, τὸ πτυχαῖς ἐπήγαγεν.

a. θεὸς ἐπίτροπος: οἱ μὲν, φροντιστὴς τῆς σῆς [*]()

1.54
εὐδαιμονίας, ὦ Ἱέρων, ἀδιάπταιστόν σοι τὴν εὐδαιμονίαν[*]() φυλάττει. οἱ δὲ πάλιν ἐπὶ τοῦ Πινδάρου· | ἐπίτροπος θεὸς ἐπὶ τῷ ἐμῷ τρόπῳ· καὶ λέγει τὴν Μοῦσαν.