Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. ὁ νικῶν δὲ: ἐξωθεν ἀκουστέον τὸν Ὀλυμπιακὸν [*]()ἀγῶνα.

b. ὁ νικῶν εὔδιον καὶ ἡδὺν τὸν λοιπὸν ἔχει βίον· ὡς τοῦ τέλους τῶν ἀγωνισμάτων ἐν τῷ Ὀλυμπιακῷ ὄντος | ἀγῶνι, καὶ τοῦ νικήσαντος ἔχοντος τὸ τέλειον τῆς [*]() δόξης.

c. ἄλλως· ὁ νικῶν δὲ τὸν λοιπὸν αὐτοῦ βίον [*]() διάγει ἐν τῇ γῇ μέλι ῥεούσῃ.

d.μελιτόεσσαν εὐδίαν: ἀντὶ τοῦ, [ἔχει] ἡδεῖαν ἀνάπαυσιν.

e. ἄλλως· ἀμφίβολον πότερον ὁ νικῶν τὰ Ὀλύμπια εἰς τὸν μετὰ ταῦτα χρόνον ἐν εὐδίᾳ ἐστὶν ἕνεκα τῶν ἄθλων· οἷον, ἕνεκα τοῦ νικῆσαι τὰ Ὀλύμπια ἐν εὐθυμίᾳ ἐστὶ, πολλάκις μέντοι εἴωθε δι᾿ ἑτέρας συμφορὰς λυπεῖσθαι· ἢ οὕτως· ὁ νικήσας τὰ Ὀ|λύμπια [*]() ἕνεκα τῶν ἄλλων ἄθλων ἐν εὐδίᾳ ἐστίν· οὐκέτι γὰρ φιλοδοξεῖ οὐδὲ ἐπιθυμεῖ νικῆσαι ἕτερον ἀγῶνα.

f. ἄλλως· ὁ νικῶν ἐν εὐδίᾳ διάγει ἡδόμενος ταῖς νίκαις.