Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. πολυξενωτάτῳ παρὰ βωμῷ: ἔνιοι μὲν οὖν [*]() ἐνόησαν, ὅτι πολύξενόν φησι τὸν βωμὸν τὸν παρὰ τῷ τάφῳ τοῦ Πέλοπος ἑστῶτα διὰ τὸ πλῆθος τῶν εἰς τὴν Ὀλυμπίαν στελλομένων ἀγωνιστῶν τε καὶ θεατῶν, καί φασι τὸν ἑστῶτα παρὰ τῷ Πέλοπος τάφῳ βωμὸν Πέλοπος εἶναι, ἔνθα αὐτῷ τὰ ἐναγίσματα γίνεται.

b. οἱ δὲ οὕτως· ὅτι Ἴαμος Ἀπόλλωνος παῖς παρὰ τοῦ πατρὸς τὴν μαντικὴν λαβὼν περὶ τῆς ἱερωσύνης ἔλεγε τοῖς ἐρωτῶσι. διὰ τὸ πλείστους οὖν ξένους τῆς μαντικῆς ἕνεκεν ἀφικνεῖσθαι, πολυξενώτατον εἶπε τὸν βωμόν. | καὶ τοῦτον τὸν βωμὸν Διὸς καὶ Πέλοπος λέγουσιν [*]()

1.50
οἱ ταύτην τὴν ἐξήγησιν ἐκδεξάμενοι.

c. ἐπεὶ πολλοὶ ξένοι εἰσρέουσιν εἰς τὸν Ὀλυμπιακὸν ἀγῶνα· βωμὸς γὰρ ἐν Πίσῃ, ἐφ᾿ ὃν θύουσι πάντες οἱ ξένοι.