Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. τύμβον ἀμφίπολον ἔχων: τινές φασι μὴ μνῆμα, ἀλλ᾿ ἱερὸν εἶναι τοῦ Πέλοπος, καὶ πρὸ τοῦ Διὸς
1.49
αὐτῷ τοὺς Ἠλείους θύειν, | τοῦ Ἡρακλέους πρώτου κατὰ [*]() τιμὴν τοῦτο πεποιηκότος.b. ἀμφίπολον δέ τινες τὸν περιπολούμενον, διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει· οἱ γὰρ οἰκισταὶ ἐν μέσαις ταῖς πόλεσιν ἐθάπτοντο ἐξ ἔθους.
c. ἄλλοι δὲ πολούμενον ὑπὸ τῶν ἀγωνιζομένων· ἐν γὰρ τῷ σταδίῳ ἐστὶν αὐτῷ ὁ τάφος.
d. περιπολούμενον, ὡς τῶν ἐπιφοιτώντων διὰ τὸ ἄγαν τῆς κατασκευῆς ἐκπρεπὲς κύκλῳ περιιόντων καὶ θεωμένων.
e. ἔνιοι δὲ ὅτι οἱ δρομεῖς εἰς τὸν [*]() τάφον τοῦ Πέλοπος ἔκαμπτον.
f.ἀμφίπολον: διὰ τὸ ἐν μέσῃ εἶναι τῇ πόλει.[*]()