Scholia in Pindarum Olympian Odes
Scholia in Pindarum
Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.
[*]()a. (τέλλεται:) ὑπάρχει.
[*]()b. πέδασον ἔγχος: κάτασχε. ἐμπόδισον τὸ τοῦ [*]() Οἰνομάου δόρυ. | δόρυ γὰρ μεταχειριζόμενος ἐπεδίωκε προηγουμένους τοὺς μνηστῆρας καὶ συμποδίσας ἀνῄρει. [*]() | ὥς που καὶ Ἀπολλώνιος μαρτυρεῖ (I, 752)·
Ἐν δὲ δύω δίφροι πεπονήατο δηριόωντε, καὶ τὸν μὲν προπάροιθε Πέλοψ ἴθυνε τινάσσων ἡνία· σὺν δέ οἱ ἔσκε παραιβάτις Ἱπποδάμεια. τὸν δὲ μεταδρομάδην ἐπὶ Μυρτίλος ἤλασεν ἵππους, σὺν τῷ δ᾿ Οἰνόμαος προτενὲς δόρυ χειρὶ μεμαρπώς ἄξονος ἐν πλήμνῃσι παρακλιδὸν ἀγνυμένοιο πίπτεν ἐπεσσυμένος Πελοπήια νῶτα δαΐξαι.[*]()
a. ἐπεὶ τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσσας: [*]() καὶ ἐν θρήνοις τὸν αὐτὸν ἀριθμὸν τίθησι τῶν ὑπὸ τοῦ Οἰνομάου ἀναιρεθέντων μνηστήρων (fr. 135). | πέφνε δὲ [*]() τρεῖς καὶ δέκα ἄνδρας· τετράτῳ δ᾿ αὐτὸς πεδάθη.[*]()
b. [τρεῖς τε καὶ δέκα ἄνδρας ὀλέσας:] οἱ ἀναιρεθέντες [*]() οὗτοί εἰσι· Μέρμνης· Ἱππόθοος· Πέλοψ ὁ Ὀπούντιος· Ἀκαρνάν· Εὐρύμαχος· Εὐρύλοχος· Αὐτομέδων· Λάσιος· Χάλκων· Τρικόρωνος· Ἀλκάθους ὁ Πορθάονος· Ἀριστόμαχος· Κρόκαλος. τούτῳ τῷ ἀριθμῷ τῶν ἀπολομένων μνηστήρων καὶ Ἡσίοδος (fr. 165) καὶ Ἐπιμενίδης (F H G IV, 405) μαρτυρεῖ: