Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. τοὔνεκά οἱ: δαιμονίως τὴν ἱστορίαν μετεχειρίσατο, [*]()καί φησιν ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Ταντάλου οἱ θεοὶ πάλιν ἐξ οὐρανοῦ τὸν Πέλοπα ἀπέστειλαν εἰς ἀνθρώπους, αὐτάρκη εἶναι ταύτην ἡγούμενοι τῷ Πέλοπι τιμωρίαν. | καὶ ὅτι πρὸς τοῦτο ὁ λόγος, ἐξαρκέσει τὸ ἐπὶ τῶν[*]()

1.42
ἀνθρώπων ἐπίθετον, τῆς δυστυχίας τὸ ἀκρότατον ἐμφανίζον.[*]()

[*]()ἀθάνατοι πάλιν: εἰς τοὐπίσω. εἰς τὴν ἐξ ἀρχῆς πάλιν τῶν ἀνθρώπων ταλαιπωρίαν.[*]()

[*]()a. πρὸς εὐάνθεμον δ᾿ ὅτε φυάν: τὸ τῆς ἀκμῆς ἀνθηρὸν λέγει.

b. ὁ δὲ λόγος· πρὸς τὴν ἀνθηρὰν ἐλθόντι αὐτῷ ἡλικίαν, ὅτε καὶ αἱ τρίχες αὐτοῦ ἔστεφον τὸ γένειον· ἀντὶ τοῦ ὅτε ἠνδρώθη καὶ τέλειος γέγονεν.[*]()

[*]()c. ὅτε φυὰν λάχναι νιν: ὅτε αἱ τρίχες αὐτοῦ τὸ γένειον ἐστεφάνουν μελαίνουσαι· ὅ ἐστιν ὅτε ἤρχετο γενειᾶν ὁ Πέλοψ.[*]()

[*]()a. μέλαν δὲ, τὸ μελανθησόμενον ὑπὸ τῆς λάχνης.

[*]()b. (ἔρεφον:) ἐστεφάνουν.