Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

a. τοὔνεκά οἱ προῆκαν: τοὔνεκά [οἱ] ἀντὶ τοῦ [*]() οὕνεκα, ὥστε ἴσον εἶναι τῷ διὸ δή.

b. ἀνήρπαστο μὲν ὑπὸ Ποσειδῶνος, τῷ δὲ τὸν Τάνταλον κλέψαι ταῦτα, τούτου χάριν ἐξέβαλον τὸν υἱὸν εἰς τὸ τῶν θνητῶν γένος· | ἡ γὰρ μετά ἀντὶ τῆς εἰς.

c. τουτέστι διὰ τοῦτο τὸν Πέλοπα [*]() πάλιν οἱ θεοὶ ἐξ οὐρανοῦ μετέστησαν εἰς ἀνθρώπους Ταντάλου δυσσεβήσαντος.[*]()

d. τοὔνεκά οἱ: δαιμονίως τὴν ἱστορίαν μετεχειρίσατο, [*]()καί φησιν ὅτι διὰ τὴν ἀσέβειαν τοῦ Ταντάλου οἱ θεοὶ πάλιν ἐξ οὐρανοῦ τὸν Πέλοπα ἀπέστειλαν εἰς ἀνθρώπους, αὐτάρκη εἶναι ταύτην ἡγούμενοι τῷ Πέλοπι τιμωρίαν. | καὶ ὅτι πρὸς τοῦτο ὁ λόγος, ἐξαρκέσει τὸ ἐπὶ τῶν[*]()

1.42
ἀνθρώπων ἐπίθετον, τῆς δυστυχίας τὸ ἀκρότατον ἐμφανίζον.[*]()

[*]()ἀθάνατοι πάλιν: εἰς τοὐπίσω. εἰς τὴν ἐξ ἀρχῆς πάλιν τῶν ἀνθρώπων ταλαιπωρίαν.[*]()

[*]()a. πρὸς εὐάνθεμον δ᾿ ὅτε φυάν: τὸ τῆς ἀκμῆς ἀνθηρὸν λέγει.

b. ὁ δὲ λόγος· πρὸς τὴν ἀνθηρὰν ἐλθόντι αὐτῷ ἡλικίαν, ὅτε καὶ αἱ τρίχες αὐτοῦ ἔστεφον τὸ γένειον· ἀντὶ τοῦ ὅτε ἠνδρώθη καὶ τέλειος γέγονεν.[*]()