Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

d. ἄριστον μὲν ὕδωρ: ἀρχὴ γὰρ τῶν ὅλων κατὰ [*]() Θαλῆν τὸ ὕδωρ. τὸ δὲ ἑξῆς τοῦ λόγου· ὁ δὲ χρυσὸς διαπρέπει μεγάνορος ἔξοχα πλούτου, ἅτε αἰθόμενον πῦρ ἐν νυκτί. διάδηλός ἐστιν ὁ ἐν πλοῦτῳ χρυσός.[*]()

e. ἄλλως. οὐδὲν ἕτερόν τι αὐτῷ τὸ προοίμιον βούλεται [*]() ἢ τεσσάρων ὄντων τῶν ἱερῶν ἀγώνων συγκριτικῶς ἐπιδοξότερον τὸν Ὀλυμπιακὸν ἀποφῆναι. οἰκειότατα δὲ καὶ τὴν εἰκόνα τῆς συγκρίσεως παρείληφε. τεσσάρων ὄντων ὡς ἔφην τῶν ἱερῶν ἀγώνων, καὶ αὐτὰ τὰ κοσμικὰ στοιχεῖα ἰσάριθμα

1.18
ὄντα τοῖς ἀγῶσι παραλαμβάνει, εἶτα τούτων τῶν στοιχείων χρειωδέστερον τὸ ὕδωρ ἀποδείκνυσι, τῇ τῶν φιλοσόφων ἑπόμενος γνώμῃ, οἳ φυσικώτερον κινηθέντες ἐκ τοῦ ὕδατος ἔφασαν καὶ τὰ ἄλλα τρία στοιχεῖα συνίστασθαι. λέγουσι μὲν γὰρ αὐτοῦ τὸ λεπτομερὲς ἀέρα γίνεσθαι, τὸ δὲ παχύτερον εἰς ἑαυτὸ συνιστάμενον γῆν· ἀποτελεῖν δὲ ἀπολεπτυνόμενον [*]() τὸν δι|άπυρον αἰθέρα πῦρ. διὰ τοῦτο ἄριστον εἶπε τὸ ὕδωρ, ἐπεὶ δοκεῖ τῆς τῶν ἄλλων γενέσεως αἴτιον εἶναι. τὸ γὰρ αἴτιον τῶν δι᾿ ἑαυτοῦ γινομένων, τοῦτο προὔχον τῶν ἄλλων. ἔνιοι δὲ καὶ τοῦτο προστιθέασι λέγοντες, ὅτι καὶ πρὸς τὰ λογικὰ καὶ ἄλογα ζῷα ἀναγκαιότερόν ἐστι τὸ ὕδωρ, μάλιστα πρὸς θάλπος, καὶ ὅτι τὰ φυτὰ ἐκ τοῦ ὕδατος τρέφεται, ἡμεῖς δὲ ἐκ τῶν σπερμάτων ζῶμεν, τὰ δὲ σπέρματα οὐκ ἄλλως δύναται ζῳογονηθῆναι εἰ μὴ ἀπὸ ὕδατος. εἰκότως [*]() τοίνυν | τὸ ὕδωρ μεῖζον τῶν ἄλλων στοιχείων. τινὲς δὲ καὶ τὸ Ὁμηρικὸν παραλαμβάνουσιν (Ξ 201)· Ὠκεανόν τε θεῶν γένεσιν καὶ μητέρα Τηθύν. εἰ δὲ ὁ Ὠκεανὸς ποταμὸς καὶ ἡ Τηθὺς πηγὴ, ἡ δὲ τῶν θεῶν γένεσις ἐκ τοῦ [*]() Ὠκεανοῦ γεννᾶται, εἰκότως καὶ τὸ ὕδωρ | τῶν ἄλλων στοιχείων προτιμότερον. ἀπεδείξαμεν οὖν διὰ πολλῶν τῶν τεσσάρων στοιχείων προτιμότερον τὸ ὕδωρ· πρὸς ταύτην
1.19
τὴν ἀπόδειξιν τὸν Ὀλυμπιακὸν ἀγῶνα ἐπιτιμότερον ἀποδείκνυσιν. [*]()

f. ἄλλως· σύγκρισις τῶν ἀγώνων πρὸς τὰ στοιχεῖα [*]() γράφεται ἐξ αὐτοῦ τοῦ προοιμίου. καὶ γὰρ ὃν τρόπον ἐκεῖνα αἴτια τοῦ ζῆν τοῖς ἀνθρώποις εἰσὶ, τὸν αὐτὸν καὶ τοῦ καλῶς ζῆν τοὺς ἀγῶνάς φησιν. ἐπεὶ δὲ πρώτιστον καὶ τῶν ἄλλων στοιχείων ἄμεινον τὸ ὕδωρ ἐστὶ, παραβάλλει αὐτὸ τῇ τῶν Ὀλυμπίων νίκῃ, ὡς καὶ αὐτῇ προὐχούσῃ τῶν ἄλλων τεσσάρων.