Scholia in Pindarum Olympian Odes

Scholia in Pindarum

Scholia in Pindarum. Scholia Vetera in Pindari Carmina, Volume 1. Drachmann, A.B., editor. Leipzig: Teubner, 1903.

[*]()a. ἄριστον μὲν ὕδωρ: τρία ἐν ἀνθρώποις ὁ Πίνδαρος ἄριστα εἶναι λέγει· ἄριστον μὲν ὕδωρ εἰς τὸ ζῆν, οὗ

1.17
ἄνευ βιοτεύειν ἀδύνατον· εἶτα χρυσὸν ἐν πλούτῳ τῶν ἄλλων χρημάτων ἐκπρέποντα καθάπερ ἐν νυκτὶ πῦρ· πρὸς δὲ δόξαν τὴν Ὀλυμπίασι νίκην.[*]()

b. ὁ [δὲ] νοῦς τοῦ προοιμίου ὅλου τοιοῦτος· ὥσπερ τὸ [*]() μὲν ὕδωρ τῶν ἄλλων στοιχείων χρησιμώτερον, ὁ δὲ χρυσὸς τῆς λοιπῆς ὕλης προτιμότερος, οὕτως καὶ ὁ Ὀλυμπιακὸς ἀγὼν προτιμότερος τῶν ἄλλων. καὶ δευτέραν ἀπόδειξιν συγκριτικὴν ποιεῖται, τῶν τοῦ πλούτου χρημάτων ἀξιολογώτερον καὶ τιμιώτερον ἀποδεικνὺς τὸν χρυσόν. εἰ δὲ μὴ ἐβράδυνεν, ἠρκέσθη ἂν εἰς τὸν περὶ τῶν στοιχείων λόγον, καίτοι κεφαλαιωδέστερον ὄντα. ἀλλὰ πολύς ἐστιν ἐγκωμιάζων τὸν πλοῦτον, καί φαμεν ἡττᾶσθαι αὐτὸν τῆς ἑαυτοῦ φύσεως φιλοχρημάτου τυγχανούσης.

c. ὁ δὲ νοῦς· ὁ δὲ χρυσὸς ἐν ἅπασι τοῖς κτήμασι [*]() τοῦ δυνατοῦ πλούτου οὕτω διαλάμπει ὡς ἐν νυκτὶ πῦρ καιόμενον.[*]()

d. ἄριστον μὲν ὕδωρ: ἀρχὴ γὰρ τῶν ὅλων κατὰ [*]() Θαλῆν τὸ ὕδωρ. τὸ δὲ ἑξῆς τοῦ λόγου· ὁ δὲ χρυσὸς διαπρέπει μεγάνορος ἔξοχα πλούτου, ἅτε αἰθόμενον πῦρ ἐν νυκτί. διάδηλός ἐστιν ὁ ἐν πλοῦτῳ χρυσός.[*]()