Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἄγχον· οἱ μέν φασι πόαν τινὰ εἶναι πλησίον τοῦ φωλεοῦ τῆς ἐχίδνης φυομένην, καὶ τὸν ἆσθμα αὐτῆς ἀνιμωμένην αὐτὴν, ἄλλοι δ’ ἐκ τοὺ ἱδρῶτος τοῦ ὄφεως. Τὸ δὲ πολλάκι μὲν στέρνοισιν ἀνοιδέον, καθὸ βρωθέντες οἱ μύκητες ἀνοιδοῦσιν ἐν γαστρί. Καὶ τὸ εὖτ’ ἐπὶ φωλεύοντα ἀντὶ τοῦ· ὅτε τραφῇ περὶ τὸν φωλεύοντα βαθὺν ὁλκὸν τῆς ἐχίδνης, ἤτοι περιφραστικῶς περὶ τὸν βαθὺν φωλεὸν τῆς ἐχίδνης.

Ἰὸν ἀποπνεῖον ἤγουν τὸν ἰὸν αὐτῆς ἀποπνέον τῶν στομίων τῆς ἐχίδνης· γράφεται δὲ καὶ ἀνικμάζον, τουτέστιν ἀνιμώμενον καὶ ἀναπῖνον τὸν ἰόν· καὶ τὸ ἀποφώλιον ὅ ἐστι χαλεπὸν ἆσθμα, τουτέστι τὴν χαλεπὴν πνοὴν τῆς ἐχίδνης τῶν στομίων.

Κεῖνο ποτὸν καὶ ζύμωμα· τοὺς μύκητας ἀδιαφόρως ζύμωμα καλοῦσιν.

Παμπήδην ἀντὶ τοῦ πανταχοῦ, οἱ πλεῖστοι· ἢ καθολικῶς μύκητας ὅλκους καλοῦσιν, οἱονεὶ ἀμανίτας. Οὔνομα κέκριται ἄλλο· πολυώνυμον γάρ ἐστι τὸ ζύμωμα· ὃ γὰρ καλεῖται ζύμωμα, μύκης, ἀμανίτης, βῶλος.

Σύ γ’ ἢ ῥαφάνοιο· δίδου φησὶ τὸν καυλὸν, ἤτοι τὴν κεφαλὴν τῆς κράμβης, τουτέστι τὸν ἀσφάραγον, ἐπειδὴ ῥαφάνας τὴν κράμβην φησίν· εὔχρηστον γὰρ πρὸς ἀντιπάθειαν.

Ἢ ῥυτῆς· ῥυτῆς δ’ ἤτοι πηγάνου χλωρὸν, θάλλοντα καὶ χλοάζοντα ῥάβδον, ὅ ἐστι κλάδον, κόψας. Γράφεται καὶ ῥάδικα, οἷον κλῶνα.

Χαλκοῖο δ’ ἤτοι παλαιᾶς χαλκάνθου· προστάσσει γὰρ χαλκοῦ ἄνθος πιεῖν.

Κληματόεσσαν· κληματίδος φησὶ θρύψον σποδὸν ἐν τῷ ὄξει, τουτέστι ἔμβαλε σποδὸν κλήματος ἐν ὄξει.

Πυρίτιδα δὲ βοτάνην πύρεθρον καλουμένην. Καὶ βάμματι, ὄξει.

Τό τε φύλλον, ἤγουν καὶ τὸ τοῦ καρδάμου φύλλον τὸ ἐν ταῖς πρασιαῖς αὐξανόμενον.

Καὶ Μῆδον δὲ τὸ Μηδικὸν καλούμενον, ἐστὶ δ’ εἶδος φυτοῦ. Γράφεται καὶ μῆλον, ἐστὶ δὲ τὸ Μηδικὸν μῆλον, ὅ ἐστι τὸ νεράνζιον. Καὶ ἐμπρίοντα σίνηπι· τὸ τραχὺ ὂν τῇ γεύσει, ἢ παρόσον οἱ κλάδοι τοῦ σινήπεως τραχύτητα ἔχουσιν.

Οἰνηρὴν δ’ ἀντὶ τοῦ οἴνου τρύγα καὶ ὀπτὴν ἐν ὄξει τρίψας δίδου πιεῖν.

Ἢ καὶ στρουθοῖο πάτον· ἀφόδευμα ὀπτὸν ὄρνιθος κατοικάδος, παραλέλοιπε δὲ τὸ μετὰ τίνος δεῖ πίνειν αὐτὸ, εἰ μὴ καθάπερ τὰ προειρημένα μετ’ ὄξους.

Βαρεῖαν χεῖρα τὴν δεξιὰν λέγει· ταύτην φησὶ καθεὶς ἐπὶ τὸ ἐμέσαι, ὡς ἐπιτηδειοτέραν μὲν καὶ πρακτικωτέραν, ταύτην οὖν εἰς τὸν φάρυγγα καθιεὶς κατάσχοις τὴν ὅλην κάκωσιν.

Λιπορρίνοιο· καὶ γὰρ ἡ σαλαμάνδρα ζῷόν ἐστι τετράπουν, μικρὸν ὡς ἡ σαύρα, τῷ χερσαίῳ κροκοδείλῳ ἐοικὸς, φυχρὸν δὲ τῇ φύσει· διὸ καὶ τὸ πῦρ σβεννύει· οὔτε δέρμα ἔχει, οὔτε λεπίδα, ὅθεν καὶ λιπόρρινον αὐτὸν ἔφη· ῥινὸς γὰρ τὸ δέρμα· ἢ διότι λίπος ἀφίησιν ἀπὸ τοῦ δέρματος· γλίσχρος γάρ ἐστὶ καὶ λιπώδης, καὶ ἀπὸ τοῦ σώματος ὑγρασία ῥεῖν εἴωθεν, ἥτις τὸ πῦρ σβεννύει. Ἄλλως· ἡ σαλαμάνδρα εἶδος ἀσκαλαβώτου, Ἀνδρέας δέ φησιν· κἂν τῷ αἵματι αὐτῆς ἢ χεῖρα ἢ ἐσθῆτα χρίσῃς, ἀβλαβὴς ἔσται ἐκ πυρός. Δυσάλυκτον δ’ ἀντὶ τοῦ δύσφευκτον.

Τὸ δὲ γλώσσης βάθος περιφραστικῶς ἀντὶ τοῦ ἡ γλῶσσα ἐπρήσθη· τῶν πινόντων γάρ φησιν ἡ γλῶσσα παχύνεται.

Τετράποδες· οὗτοι δὲ σφαλλόμενοι τετραποδιστὶ σύρονται, καθάπερ βρέφη· αἱ γαρ διάνοιαι αὐτῶν ἀμαυροῦνται καὶ ἀφανίζονται.

Σάρκα δ’ ἐπιτροχόωσιν ἀντὶ τοῦ ἐπιτρέχει τῇ σαρκὶ πελιδνότης, ἐξ ἧς ὑγρασία, καὶ ἐπιπορθμευομένης τῆς κακίας ἤτοι σκεδαννυμένης ἢ σκεδαζούσης, καὶ τὰ ἑξῆς· βοήθειαν δὲ διδοὺς ῥητίνην πευκίνην, ἀναμίσγων ταύτην τῷ μέλιτι.

Σμώδιγγες· αὗται κατὰ σύντηξιν τῆς σαρκὸς στάζουσιν· ἐὰν δὲ στίζουσι γράφηται, καθάπερ οἱ στιζόμενοι· γράφεται γὰρ στίζουσαι, ἵν’ ἡ σημαῖνον τὸ ποικίλως πελιδνοῦσθαι, καθάπερ τοὺς στιζομένους. Καὶ δαιομένης δ’ ἀντὶ τοῦ μεριζομένης πανταχοῦ τῷ σώματι.

Τενθρήνης· τενθρήνην εἶπε τὴν τενθρηδόνα, ζῷον δ’ ἐστὶ

μελιτοποιὸν, ὃ υπ’ ἐνίων λέγεται βέμβιξ, ἐστὶ δ’ ἐμφερὲς μελίσσῃ. Ἄλλως· τενθρήνη εἶδος μελίσσης, ἢ τόπος, ὅπου αἱ μέλισσαι διατρίβουσιν, ὡς εἶναι τὸ μελίσσειον· δύναται δὲ κατὰ συγκοπὴν τενθρηδόνος ἀντὶ τοῦ Θεσσαλικοῦ. Ὅμηρος (Il. β 756)·
Πρόθοος Τενθρηδόνος υἱός.
ἐπεὶ καὶ ἡ τενθρηδὼν, ὅ ἐστι μελίσσης εἶδος, ποιεῖ ἔργα· παρακελεύεται οὖν ἐκ τούτων τὸ μέλι λαμβάνειν.