Scholia et glossae in Nicandri alexipharmaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Ἡ σύνταξις οὕτως· καὶ τὸ ἐπὶ τῷ λοιγήεντι τοξικῷ ἄχθος ἀμύνοις καὶ ἀποδιώξοις. Παρασχεδὸν ἀντὶ τοῦ παραχρῆμα, λείπει δὲ τὸ οὕτω, ἵν’ ᾖ· οὕτως ἀμύνοις καὶ διώξοις· τοξικὸν δὲ καλεῖται τὸ τοιοῦτον φάρμακον διὰ τὸ ὁμοίως τοῖς τοξεύμασιν ἀναιρεῖν παραχρῆμα βρωθὲν ἢ ποθὲν, ἢ ἐπεὶ οἱ Πάρθοι καὶ Σκύθαι τοξεύοντες τούτῳ παραχρίουσι τὰς τῶν βελῶν ἀκίδας· οὐ γὰρ, ὥς τινες, τὸ κώνειον νομιστέον· ἢ διότι ὁμοίως τόξου ἀφέσει ἀναιρεῖ βρωθὲν ἢ ποθὲν λέγεται ὑπό τινων Σκυθικόν· ἄλλοι δὲ λέγουσιν, ὅτι ἐκ τοῦ αἵματος τῆς υδρας ἀνεφύη, τὴν δ’ ὕδραν ἀνεῖλεν ὁ Ἡρακλῆς, καὶ διὰ τοῦτο τοξικὸν καλεῖται

Ἡνίκα πιών τις βαρύνηται ὑπὸ τῶν ὀδυνῶν. Παχύνεται δ’ οἰδαίνεται, καὶ τὸ οἰδαλέα διῳδηκότα καὶ ἐξωγκωμένα.

Ξηρὰ, ἐπειδὴ ξηραίνει τὸ δηλητήριον, τὰ δ’ οὖλα τῶν ὀδόντων ἐκ βάθρων ῥήγνυται.

Ἔμπληκτον· μανιῶδες, μανικόν. Μεμόρηκεν, ἐκάκωσε, παρὰ τὴν μοῖραν.

Μηκάζει δ’ ἀντὶ τοῦ μηκᾶται ὡς πρόβατον, οἱονεὶ οὕτω βοᾷ καὶ κράζει, φλύζων, φλυαρῶν ὑπὸ τῆς μανίας· καὶ οἱ Ἰταλιῶται τοὺς φλυαρογραφοῦντας φλυζογράφους ἐκάλουν.

Συνεχῶς δέ φησιν ἀχθόμενος βοᾷ. Ἐμπελάδην οἱονεὶ ἐμπελαστικῶς καὶ ὁρμητικῶς, ὁποῖά τις φὼς, ἤγουν ἀνὴρ, τὴν ἀμφιβρότην κώδειαν ἀποτμηθεὶς ξίφει· τοῦτο γὰρ τὸ ἀπαμηθείς, κώδειαν δὲ νῦν τὴν κεφαλὴν, καὶ ἀμφιβρότην τὴν ὅλον τὸν ἄνδρα συνέχουσαν κεφαλήν· ἡ γὰρ κεφαλὴ συνέχει πᾶν τὸ σῶμα· καὶ Ὅμηρος δὲ κώδειάν φησι τὴν κεφαλὴν, (Il. ξ 499)·

ὁ δὲ φὴ κώδειαν ἀνασχών.
Ἂλλως· καὶ γάρ φησιν, ἐνίοτε πλησιάζοντος αὐτῷ ἀνθρώπου τινὸς, μισανθρωπίαν νοσῶν καὶ βαρούμενος προΐεται φωνὴν ὡς ἀποκεφαλιζόμενος· τοῦτο δ’ εἶπε πλανηθεὶς ἐκ τοῦ ποιητοῦ καὶ κακῶς νοήσας τό (Il. κ. 457 et Od. χ 329)·
φθεγγομένου δ’ ἄρα τοῦ γε κάρη κονίῃσιν ἐμίχθη.

Κερνοφόρος· ἡ τοὺς κρατῆρας φέρουσα ἱέρεια· κέρνους φασὶ τοὺς μυστικοὺς κρατῆρας, ἐφ’ ὧν λύχνους τιθέασιν· ζάκορος δ’ ἡ νεωκόρος, καὶ βωμίστρια ἡ ἱέρεια τῆς κρατηροφόρου Ῥέας.

Εἰνάδι δ’ ἀντὶ τοῦ ἐννάτῃ τοῦ μηνὸς ηγουν τῆς σελήνης· τότε γὰρ τὰ μυστήρια αὐτῆς ἐπιτελοῦσιν· ἢ εἰκάδι, τῇ εἰκοστῇ τῆς σελήνης· τότε γὰρ κατὰ τὴν σελήνην ἐμέτρουν τὸν ἐνιαυτόν.

Ἰδαίης· τῆς ὀρεινῆς· Ἴδη γὰρ καταχρηστικῶς πᾶν ὄρος καλεῖται. Τρέουσι δ’ ἤγουν οἱ Κορύβαντες, ἢ οἱ παρατυχόντες φοβοῦνται, ὅτ’ Ἰδαίης τὸν ῥιγηλὸν ὑλαγμὸν εἰσαΐωσιν.

Βρυκανάαται· γράφεται καὶ βρυχανάαται, βρυχᾶται, κλαυθμυρίζει,

ὡς παιδίον φωνεῖ, ἢ δακρύει, ὡς Μένανδρος. Ὠρυδὸν δ’ ἁντὶ τοῦ μετ’ ὠρυγῆς, ὡς λύκος ὠρυόμενος.

Ἀντὶ τοῦ καθάπερ ταῦρος.

Διὰ τὸ ἀστατεῖν αὐτὸν δέσας φησὶ προσένεγκε αὐτῷ βοη θήματα καὶ μὴ καταδεχομένῳ μηδὲ θέλοντι, κατ’ ὀλίγον οἶνον διδοὺς κόρεσον καὶ μεθυσθῆναι ποίησον ἀνενοχλήτως, ἡσύχως δὲ βιαζόμενος τῇ σῇ χειρὶ ἄνοιγε τὸ μεμυκὸς αὐτοῦ στόμα, ἕως οὗ ἐμέσῃ, καὶ μετὰ τὸν τοῦ γλυκέος ἔμετον πότισον αὐτὸν ζωμὸν πολὺν χήνειον, προσφέρων αὐτῷ καὶ τῶν ἐαρινῶν ἀγρίων ἢ ἡμέρων μήλων τὰς σάρκας, ῥίψας τὸ δέρμα αὐτῶν· ἐὰν δὲ μὴ παρῶσι ταῦτα, τῶν λεγομένων στρουθομήλων ὁλοσχερῶς ἐμφόρησον αὐτόν.

Τουτέστι τὸν θώρακα πλήρωσον, ἤγουν χόρτασον αὐτὸν οἲνῳ γλυκεῖ, καὶ μὴ χρῄζοντα ἡρέμα βιαζόμενος, καὶ μὴ κακώσῃς αὐτόν.

Βρῦκον τὸ μεμυκὸς στόμα· συνερείδει γὰρ τοὺς ὀδόντας τὸ βρῦκον αὐτοῦ στόμα φησὶν, ἤγουν τὸ συνδεθὲν καὶ σφιγχθέν. Ὀχλίζοις, οἱονεὶ ἄνοιξον, ὡς ἂν τὴν λώβην ἐμέσῃ δαμαζόμενος καὶ νικώμενος διὰ τοῦ ποτίζειν αὐτὸν τῇ χειρί σου.

Μεμορημένον ἀντὶ τοῦ δεδασμένον καὶ ἑψηθέντα τῷ πυρί.

Μηλείης δὲ τῆς μηλέας τὰ κάρφη ἤγουν τὰ δέρματα ἢ τὰ ἄνθη Γράφεται δὲ καὶ ῥηχώδεος καὶ τρηχώδεος, ἀμφότερα κατὰ τοῦ αὐτοῦ σημαινομένου, τῆς τραχείας.

Σίνεα· τὰς σινωτικὰς ἀκάνθας ἀποβαλὼν, ἢ μᾶλλον τὰ δέρματα τῶν μήλων λεπίσας.

Ἐπήβολα, ἤγουν μέτοχα τοῖς ἡμετέροις χωρίοις, τουτέστι τὰ τοῖς ἡμῶν κλήροις ἤγουν κήποις ἐπιβάλλοντα, οἱονεὶ τὰ ἡμέτερα.

Ἐνεψιήματα δὲ τὰ παίγνια· παίζουσι γὰρ αἱ κόραι καὶ τέρπονται τοῖς μήλοις.

Καὶ τὰ στρούθεια δ’ εἴδη μήλων, οἱ δέ φασιν εἶδος βοτάνης, τὸ δὲ κυδώνιόν φησι μῆλον. Κυδῶνος, τοῦ στυπτικοῦ κυδωνίου, ὃ μάλιστα ἐν τῇ Κρήτῃ φύεται.