Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

τρισσοῖς δὲ ὁλκήεσσι, τουτέστι τριπλοῖς ὀβολοῖς.

Ὁλκήεσσιν ἰσοζυγέων: τουτέστι τοῖς ὀβολοῖς ὁλκήεσσιν ἰσόσταθμον στήσας τῷ ἀπὸ τοῦ τριφύλλου.

Πολλάκι κρῆθμον: ἤτοι λάχανόν ἐστι. καὶ γὰρ μέμνηται αὐτοῦ καὶ Καλλίμαχος ἐν τῇ Ἑκάλῃ. κεροειδέα δέ, ἐπεὶ κερατοειδές ἐστι τὸ φυτόν, ὁ ἕρπυλλος, τοῖς φύλλοις.

ἐνικνήθεο ῥίζας: τουτέστι τρῖβε τὰς ῥίζας τοῦ σιλφίου μετὰ οἴνου. Λιβυκὰς γὰρ ῥίζας τὸ σίλφιόν φησι, διότι πολύ ἐστιν ἐν τῇ Λιβύῃ.

ἐξ ὧν σύ ποτε μὲν μικτῶς πάντα, ποτὲ δὲ χωρὶς ἕκαστον μίξας ἐν φιάλῃ μετ’ ὄξους ἢ οἴνου ἢ ὕδατος, πολλάκις δὲ καὶ μετὰ γάλακτος πῖνε.

ἢν δέ σ’ ὁδοιπλανέοντα: ἐὰν δὲ συμβῇ σε ὁδοιποροῦντα πληγὴν ἀναδέξασθαι, τὸ τηνικαῦτα σὺ ὁ πληγεὶς λάβε τὰς παρατυγχανούσας ῥίζας ἢ ποίας δήποτε καὶ λαβὼν διαμασῶ, καὶ τον μὲν χυλὸν ἔκβαλε, τὰ δὲ μασηθέντα βοτάνια ἐπιτίθει, καὶ οὕτω θεραπευθήσῃ καὶ φεύξῃ τὴν ὀδύνην.

κατασπέρχῃ δὲ ἀντὶ τοῦ κατεπείγῃ τῇ ὀδύνῃ καὶ καταπονῇ.

μαστάζειν ἀντὶ τοῦ μάσταζε. ἔστι δὲ μασῶ ταῖς σιαγόσιν.

ὄφρα ὀδύνην καὶ κῆρα: ὅπως τὴν ὀδύνην καὶ τὴν βλάβην τὴν κατεπείγουσάν σε ἐκφύγῃς.

ναὶ μὴν σικύην: ἤτοι τὴν χαλκῆν ἢ σιδηρᾶν σικύαν λέγει, μεθ’ ης σικυάζουσιν οἱ ἰατροὶ καὶ ἐκσύρουσι δι’ αὐτῆς τὸ πληχθὲν αἷμα. καὶ ἐνταῦθα οὖν σικυάσαι κελεύει, ἵνα ἐκσύρῃς τὸν ἰόν.

ἢ τὸν τῆς συκῆς, φησι, γαλακτώδη ὀπὸν ἔμβαλε τῷ τύμματι. ἢ

σίδηρον καυστειρὰν θαλφθεῖσαν ὑπὸ στέρνοις καμίνου, τοῖς στέρνοις πυρακτωθεῖσαν, ἔμβαλε τῇ τύψει. σημειωτέον δὲ ὅτι τὸν σίδηρον θηλυκῶς εἶπε. κελεύει δὲ χρήσασθαι κατὰ τόπον τῇ σιδήρου καύσει, ἵνα καύσῃ τὸν ἰὸν καὶ τὴν δηχθεῖσαν σάρκα.

αἰγὸς ἐνίπλειον δέρος: τὸν ἀσκὸν λέγει. κελεύει δὲ ἐν αἰγείῳ ἀσκῷ οἴνου ὄντι πεπληρωμένῳ ἀποδῆσαι ἔσωθεν τὸ πληχθὲν μέρος.

ἀσκοδέταις: ἤτοι ἀσκὸν αἴγειον οἰνηρὸν πεπισσωμένον τῷ δηχθέντι μέρει τοῦ σώματος ἀνατεμὼν ἐπίβαλλε. τὸ δὲ ἑλίξεις γράφεται καὶ ἑλίσσεις ἀντὶ τοῦ ἕλισσε, δέσμει ἐπάνω. καταχρηστικῶς δὲ καὶ ἐπὶ τῶν χειρῶν βουβῶνας εἶπε· λέγει δὲ τὰς μασχάλας. φησὶ δὲ ὅτι καὶ βδέλλας πρόσβαλλε τῷ τύμματι, ἵνα τὸ βλαβὲν μέρος αἷμα ἀφῇ.

μίγδην ἐν πυράθοισι: καὶ γὰρ πύραθοί εἰσι τῶν αἰγῶν τὰ ἀποπατήματα. ταῦτα οὖν εἰς τρύγα οἴνου ἢ ὄξους χέας καὶ μεμιγμένως ταράξας ἔτι νεαρᾶς οὔσης τῆς πάτου, τουτέστι τῆς πυράθου, πέριξ τοῦ δήγματος ἕλισσε, ὅ ἐστι χρῖε, ἕως ἐστὶ νεαρὸν τὸ ἀποπάτημα τῆς αἰγός. δεῖ γὰρ αὐτὸ νεαρὸν ἔτι ὑπάρχον ἐπᾶραι καὶ μῖξαι μετὰ τῆς τρυγὸς ἢ αὐτὸ τὸ μῖγμα νεαρὸν ὑπάρχον χρῖσαι. Ἄλλως. πυράθοισι: τοῖς ἀποπατήμασι τῶν αἰγῶν. Ἀλέξανδρος ἐν τῷ περὶ θηριακῶν κελεύει τὰ τῶν αἰγῶν ἀποπατήματα, ἄν τε ὑγρὰ ἦ ἄν τε ξηρά, μετὰ τρυγὸς ὄξους ἢ οἴνου αὐτὰ κατασκευάζειν· τὰ δὲ ἐπιφερόμενα πάντα βοήθειαν ἔχει.

Νεαλεῖ: νεαρᾷ δὲ ἀφοδεύσει, τουτέστι τῇ δὲ νεαρᾷ ἀποπατήσει, τῇ κόπρῳ τῆς αἰγὸς δηλονότι, τὴν τύψιν περιελίξεις, ἤγουν ἀποκλείσεις. ὁ σκοπὸς ἅπας, καὶ σικύᾳ τὸ αἷμα κένωσον ἢ τὸν τῆς συκέας τοῦ δένδρου γαλακτώδη ὀπὸν εἰς τὴν πληγὴν ἔμβαλε ἢ σιδήρῳ καῦσον ἢ ἐν ἀσκῷ οἶνον ἔχοντι τὸ πεπληγμένον ἔμβαλε μέρος ἢ βδέλλας ἐπίθες ἢ κρομύου ὀπὸν ἔμβαλε ἢ οἶνον ζεούσῃ σποδιᾷ συγχύσας τάραξον καὶ ἐπίθες ἢ ὄξος ἢ νεαρὰν κοπρίαν ἐπίδησον.

ὄφρα δὲ καὶ πάσῃσι: νῦν καθολικῶς πάσης νόσου, ἤτοι παντὸς δήγματος, λέγει τὰ ἀλεξητήρια· ἵνα δὲ καὶ πάσαις ταῖς βλάβαις ἀλεξητήρια κατασκευάσας θαρρῇς, λείπει δὲ τὸ λέγω σοι, ὅπερ ἡδὺ πάνυ ἔσται.

ἦμος ὅτε θρόνα: ἡνίκα τὰ πολλὰ θρόνα, τουτέστι φάρμακα, ἤγουν τὰς βοτάνας, ὑπὸ τῇ ἰδίᾳ χειρὶ ταράξεις.

ἐν μὲν

καὶ ἀριστολόχεια καὶ ἃς ἑξῆς ἐπιφέρει. αὕτη δὲ ἡ βοτάνη ἀριστολόχεια ἐκλήθη διὰ τοῦτον τὸν τρόπον. τοῦ νεὼ τοῦ ἐν Ἐφέσῳ κατασκευαζο μένου πολλοὺς ὑπὸ ἔχεων συνέβη πληγῆναι· ἡ δὲ θεὸς ἐμήνυσεν Ἀριστολόχῳ τῷ Ἐφεσίῳ τὴν πόαν ταύτην, ᾗ ἐθεραπεύοντο οἱ πληττόμενοι. καὶ ἐκ τούτου ἀριστολόχεια ἐκλήθη, ἀπὸ Ἀριστολόχου τοῦ Ἐφεσίου ἐκείνου, ὃς πρῶτος ταύτην εὗρεν.

ῥίζαι: τουτέστι τῆς χαλβάνης ἡ ῥίζα. κατὰ κοινοῦ δὲ τὸ εἶεν. ἔστω δὲ καὶ ἀριστολόχεια καὶ ἴριδος ῥίζα, ἥτις ἐστὶ φυτόν, καὶ νάρδου ῥίζα σὺν τοῖς φύλλοις τοῦ πυρέθρου καὶ δαύκης καὶ τῶν λοι πῶν. καὶ ἡ πύρεθρος δὲ βοτάνη ἐστίν, ἣν πυρῖτιν ἀλλαχοῦ λέγουσιν. τὴν δὲ γλυκυσίδην ὁ Θεόφραστος (hist. plant. VIIII 8, 6) καὶ παιωνίαν λέγει· φυτὸν δέ ἐστιν.

κάρφεά τ’ ἐλλεβόρου: ἀντὶ τοῦ τοὺς κλάδους καὶ τὰ σπέρματα. μελανόχροος δὲ εἶπεν, ἐπειδὴ καὶ λευκός ἐστιν ἐλλέβορος.