Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

βουβῶσι τυπήν: διαλανθάνων γὰρ ὑπὸ τὰ ἱμάτια εἰσέρχεται καὶ τὸν βουβῶνα τύπτει.

βούβρωστις δὲ κυρίως ἡ τροφή, νῦν δὲ ἡ ἀνία καὶ ὁ ἰός. ἐνδεικτικὸν δὲ τοῦ σφοδροῦ δήγματος τὸ βούβρωστις, ὡσανεὶ λέγει, τοιαύτη δὲ ἀνία, μεγάλη δηλαδὴ ἀνία, ταῖς γένυσιν ἐνέσκληκεν, ἤγουν ἐνεξήρανται ἢ ἐνεστήρικται.

αἰγιαλῆι: ἤτοι οὐ πετραίῳ καὶ πελαγίῳ, οὐδὲ λιμναίῳ ἢ ποταμίῳ, ἀλλ’ αἰγιαλεῖ· τῶν γὰρ καρκίνων οἱ μὲν θαλάσσιοί εἰσιν, οἱ δὲ ποτάμιοι. νῦν οὖν αἰγιαλεῖς εἶπεν τοὺς θαλασσίους. αἰγιαλὸς γὰρ ἡ ἀκτὴ τῆς θαλάσσης εἴρηται.

ῥαιβοῖσι δὲ τοῖς ἐπικαμπέσιν ἢ τοῖς σκαμβοῖς ἢ τοῖς πλαγίως περιπατοῦσιν. ὁ μὲν ἄρρην σκορπίος ἀεὶ κατάστικτον ἔχει τὴν κοιλίαν καὶ τὰς χηλὰς καὶ τὸ κέντρον. παντὸς δὲ σκορπίου τὸ κέντρον τετρημένον ἐστίν, ἔχον διπλόην τινὰ δυσόρατον διὰ λεπτότητα, δι’ ἧς τὸν ἰοβόλον ἰχῶρα προίησιν· ὃς σιάλοις ἀνθρώπου ῥαινόμενος ἀσθενὴς καὶ ναρκώδης ὁρᾶται. γίνονται δὲ οἱ σκορπίοι οὐ μόνον ἐξ ἀλλήλων ἀλλὰ καὶ ἀπὸ σεσημμένων ξύλων καὶ παγούρων.

ἐποκριόωσι: τραχύνονται. ὁποῖαι δὲ χηλαὶ τῶν καρκίνων τῶν πετραίων, τοιαῦται καὶ τῶν σκορπίων ἐοικότων καρκίνοις· ἀφ’ ὧν καρκίνων καὶ τὴν γένεσιν ἔχουσιν οἱ σκορπίοι οὗτοι, περὶ ὧν ὁ λόγος νῦν. [ἄλλως. ἐποκριόωσιν ἀντὶ τοῦ ἐπιτραχύνουσι G]. πάγουρος δὲ λέγεται παρὰ τὸ ἐν τοῖς πάγοις ὀρούειν, τουτέστιν ὁρμᾶν, ἢ παρὰ τὸ τοὺς πάγους οὐρεῖν καὶ φυλάττειν. πάγοι δέ οἱ τραχεῖς καὶ δύσβατοι τόποι.

τῶν δὴ καὶ γενεήν: ἐξ ὧν, φησι, καὶ τὴν γενεὰν ἔμμορον, ἤγουν ἔλαχον καὶ ἔτυχον. φασὶ γὰρ ὅτι ὁ πάγουρος οὗτος, ἐπὰν ἀγρευθῇ παρὰ τῶν ἁλιέων, εἰ δυνηθῇ ἀποδρᾶσαι καὶ εἰσελθεῖν εἰς τρώγλην, ἐκεῖ ἀποθνήσκει, καὶ ἐκ τοῦ σκήνους αὐτοῦ γίνονται οἱ σκορπίοι οὗτοι.

τὸ δὲ πολυρροίζοιο θαλάσσης γράφεται καὶ πολυφλοίσβοιο καὶ πολυστίοιο ἀντὶ τοῦ πολυψήφου.

ἰχθυβολῆες δὲ οἱ ἁλιεῖς καὶ δελεαστρέες οἱ δελεάζοντες τοὺς ἰχθῦς.

μυοδόκοις: ἀντὶ τοῦ ἐν ταῖς μυοδόχοις τρώγλαις, ὅπου τὰ κακόφθορα τέκνα αὐτῶν τῶν μυῶν. κακόφθορα δὲ κακῶς φθειρόμενα ἢ τὰ ἐπὶ κακῇ φθορᾷ τεχθέντα. γρώναις δὲ ταῖς τρώγλαις.

καὶ καθ’ ἕρκεα ἀντὶ τοῦ κατὰ τοὺς οἴκους ἢ τὰς τρώγλας.

καὶ μελίχλωρον, ἄλλος ἐστὶ σκορπίος ὀνομαζόμενος οὕτως, κηροειδὴς δέ, φλογοειδής. μελίχλωρον δὲ ἤτοι μελιτόχρουν. τὸ δὲ σπόνδυλος θηλυκῶς νῦν.

ἔχθιστος δ’ ὅγε: καὶ γὰρ ἔχθιστος τοῖς ἀνδράσι τυγ χάνει, εἰ βλάψειέ τινα τούτων. καὶ γὰρ ἐπὶ πολὺν χρόνον ἔχουσι τὰς ἀλγηδόνας. τῶν δὲ παίδων ἐὰν προσέλθῃ τινί, θάνατον εὐθὺς ἐπάγει. τούτοις δὲ τοῖς σκορπίοις περὶ τὰ νῶτα πτερὰ λευκὰ χέονται μάστακι σιτοφάγῳ, ἀντὶ τοῦ ἀκρίδι τῇ σιτοφάγῳ, ὅμοια. ἡ δὲ σύντάξις

οὕτως, ἔχθιστος δ’ ὅγε ῥαιβὰ γυῖα φλογὶ ἴκελα ἀνδράσι φέρει, ἀντὶ τοῦ σκαμβὰ καὶ στρεβλὰ φέρει τὰ μέλη, τουτέστι στρεβλῶς περιπατεῖ οἷα καρκίνος.

τοί θ’ ὑπὲρ ἄκρων: αἵτινές, φησιν, ἤγουν αἱ ἀκρίδες, ἐπὶ τῶν ἄκρων ἀθέρων τοῦ σίτου ἱπτάμεναι τὸν λέπυρον, ἤτοι λεπυριζόμενον, στάχυν βόσκονται.

κατὰ πηγάζοντα χωρία ἐν τοῖς ὄρεσιν οὗτοι οἱ σκορπίοι φιλοῦσι διάγειν, ἔνθα καὶ τοῦ κισσοῦ τὸ φυτόν.

οἶδά γε μήν: καὶ γὰρ ἐπαγγέλλεται εὑρεῖν ἀλεξητήρια φάρμακα πρὸς τὴν τῶν σκορπίων καὶ τῶν ἄλλων δακέτων πληγήν. καθ’ ὁμοιότητα τῷ βέμβικι καὶ ταῖς μελίσσαις μέτεισι ἐπὶ τὰ κέντρῳ ἀμυνόμενα ζῷα. τοιαῦτα γάρ ἐστι τῶν σκορπίων τὰ τύμματα οἷα τῶν βεμβίκων καὶ μελισσῶν. βέμβιξ δέ ἐστι ζῷον σφηκοειδὲς μέλαν κατὰ τὴν χροιὰν κέντρῳ χρώμενον, ὡς οἱ σφῆκες. μνημονεύει δὲ καὶ Παρμένων ἐν τοῖς ἰάμβοις. μόνος δὲ ὁ ἄρρην τῶν μελισσῶν κέντρον ἔχει, ἔστι δὲ ὅμοιον τῷ σφηκί. ἡ δὲ πεμφρηδὼν καὶ αὕτη ζῷόν ἐστι παραπλήσιον μελίσσῃ. καὶ ὁ ἴουλος δὲ εἶδος σφηκὸς ἢ σκώληκος τοῦ καλουμένου μυριόποδος.

τοῖσι βολάων: ἤγουν τούτοις τοῖς βλαπτομένοις τῶν βολῶν καὶ τῶν δηγμάτων ἀλεξητήρια καὶ ἰάματα, οἷάπερ ἀλεξητήριά εἰσι καὶ ἐπὶ τοῦ βέμβικος τοῦ ὀρεστέρου. ὀρέστερον δὲ νῦν εἶπε τὸν ἄρρενα καὶ πλήττοντα τῷ κέντρῳ καὶ ἰοβόλον. εἰσὶ γὰρ καὶ θηλυκαὶ βέμβικες. τὰ οὖν αὐτά, φησιν, ἀλεξητήριά εἰσι καὶ ἐπὶ τῶν βεμβίκων.

ἐμμαπέουσα: ἤτοι ἐνεργοῦσα κατὰ βάθος καὶ σφοδρῶς πλήττουσα.

ἀμφικαρὴς δὲ ἤγουν δικέφαλος. ψευδῶς δέ φησιν. οὐ γὰρ ἔστιν, ἀλλ’, ὡς Ἀριστοτέλης (hist. anim. IIII 7) φησίν, εἰς τοὐπίσω πολλάκις ἕρπει καὶ παρέχει δόξαν τοῦ δικέφαλος εἶναι.

[ὀπάζεται δὲ ἀντὶ τοῦ παρέχει G].

νήιά θ’ ὡς σπέρχονται: καὶ γὰρ ὥσπερ τὰ νήια παρὰ τῆς νηός, τουτέστιν αἱ κῶπαι, σπέρχονται καὶ ἐλαύνονται, οὕτως αἱ δύο κεφαλαὶ τῆς σκολοπένδρης κινοῦνται. ἴσως δὲ διὰ τὸ πολύπουν ὡς ναῦς ἐστιν ἐλαυνομένη.

μυγαλέην τροχιῇσι; ἤγουν Ἀμύντας φησὶ τὴν μυγαλῆν ἐκ μυὸς καὶ γαλῆς γίνεσθαι. χαλεπὸν δ’ ἐστὶ τὸ δῆγμα αὐτῆς, ὅταν τινὰ δάκῃ. τροχιαῖς δέ, τουτέστι μὴ ὁρῶσα γὰρ ἐμπίπτει περὶ τροχούς, καὶ οὕτως κἀκεῖ ἀναιρεῖται.