Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

ἀγραύλοισιν: ἤτοι τοῖς λαμπροῖς κατὰ μετάθεσιν τῶν στοιχείων, οἷον ἀγλαύροις, τοῖς καλοῖς· ἢ καὶ τοῖς ἀγλαὰς αὔρας ἔχουσιν· ἢ τοῖς διαλελυμένοις καὶ τρυφεροῖς.

λύγος δέ ἐστιν εἶδος φυτοῦ ἔχον κλάδους πέντε.

ἢ πολιὸν βαρύοδμον: καὶ γὰρ τὸ πολιόν ἐστιν εἶδος βοτάνης. τονοῦται δὲ καὶ πόλιον καὶ πολιόν. ἄμεινον δὲ τὸ πόλιον, ἵνα μὴ ἦ ὡς ἐπίθετον. οὐκ ἔστι δὲ ἡ λιβανωτίς, ἀλλ’ ἔχει πέτηλον μὲν θύμου μαλακώτερον καὶ δασύτερον, μέγεθος δὲ οἷον ῥάβδους ἀπὸ ῥίζης πολλὰς ἀναδίδωσιν, ἡ δὲ ῥίζα ξυλώδης. πάντα δὲ ταῦτα βαρύοδμα.

ἐχίειον δέ· τὸ ἐχίειον ὅμοιον τῷ πολίῳ τὴν χροιάν ἐστιν, ἀφομοιοῦται δὲ πρὸς τὸν ἔχιν. τινὲς δὲ λέγουσιν αὐτὸ φύλλα ἔχειν ὅμοια ἔχιος κεφαλῇ, διὸ οὕτως ὠνομάσθη. δύο δὲ ταύτης γένη, τὸ μὲν ὤκιμον, τὸ δὲ ἐχίειον, ὅπερ τραχύτερόν ἐστιν.

ὀριγανόεσσά τε: τὸ δὲ ὀριγάνου γάλα μετὰ οἴνου πινόμενον ἀδήκτους φυλάττει τοὺς πίνοντας.

ἁβροτόνοιο: καὶ τῆς ἁβροτόνου δὲ δύο εἰσὶ τὰ γένη, τὸ μὲν κηπεύσιμον, τὸ δὲ ὀρεινὸν ἐν αργεννόεσσι τόποις εὑρισκόμενον,

διὸ εἶπεν ἀργεννὴν ὑπὸ βῆσσαν. τοῦτο δὲ προὔκρινε τοῦ κηπευσίμου ὡς πρακτικώτερον. Ἁβρότονον οὖν τὸ φύλλον τῆς ἀγρίας βοτάνης φησίν. ἔστι δὲ δύο γένη αὐτῆς, ἥμερον καὶ ἄγριον. ἁβρότονον δὲ ὠνόμασται διὰ τὸ πρὸς τὴν ἅψιν ἁβρὸν καὶ ἁπαλὸν φαίνεσθαι. Ἄλλως τε καὶ διὰ τὸ δύσπνουν εἶναι.

ἢ ἑρπύλλοιο: ἕρπυλλος εἴρηται παρὰ τὸ ἕρπειν αὐτοῦ τὰς ῥίζαςἐ πιπολύ· διὰ τοῦτο καὶ νομαῖον, διότι ἐπιπολύ νέμεται. δύο δὲ αὐτοῦ εἴδη· ὁ μέν ἐστιν ἥμερος, ὁ δὲ ἄγριος. ἔστι δὲ καὶ ὤκιμον μεταβάλλον ἐξαμελούμενον εἰς τὸν ἕρπυλλον. ἔστι δὲ πολύχυτον, πνευματῶδες. τῷ δὲ πνεῖν τρέπει τὰ θηρία. Ἢ νομαῖον εἴρηται, διότι πανταχόσε βάλλει ἑαυτοῦ τοὺς κλάδους, καὶ τὸ ἐπίθετον ὁμοφωνεῖ τῷ κυρίῳ. ἕρπυλλος γὰρ καλεῖται παρὰ τὸ ἕρπειν. [ἔνθεν καὶ νομαῖον παρὰ τὸ νομήν. φιλόζωος δὲ ὁ ἕρπυλλος G] ὡς κισσὸς δὲ ἀνθεῖ περὶ τὰ ἄλλα ἄνθη ἑλισσόμενος καὶ περιβοσκόμενος.

Κονύζης: κόνυζα εἶδος βοτάνης. καταψυκτικὴ δὲ αὕτη πρὸς συνουσίαν· διὸ καὶ ἐν τοῖς Θεσμοφορίοις ἐστρώννυτο. χαμαιζήλοιο δὲ τῆς χαμαιπετοῦς. δύο δέ εἰσι καὶ αὐτῆς γένη, ἡ μὲν ἀγρία, ἡ δὲ ἥμερος. ἀλλ’ ἡ ἀγρία δριμυτέρα ἐστὶ τῆς ἡμέρου κονύζης.

τὸ δὲ ἄγνου βρύα λευκὰ πρὸς ἀντιδιαστολὴν τέθεικεν, ἐπεὶ ἔστι καὶ μέλας ἄγνος. πολυανθὴς δέ ἐστιν ὁ λύγος τοῦ ἄγνου, ὃν ἐν τοῖς Θεσμοφορίοις ὑπεστρώννυντο αἱ γυναῖκες. ἀντιπράττει γὰρ πρὸς συνουσίαν· διὸ καὶ ἄγνος λέγεται, ἄγονός τις ὤν. Βρύα δὲ τὰ ἄνθη· καὶ Ὅμηρος (Il. Ρ 56)

καί τε βρύει ἄνθεϊ λευκῷ.
λευκὰ δὲ πρὸς ἀντιδιαστολὴν τῶν μελάνων. Τὸ δὲ σπέρμα τοῦ ἄγνου καὶ πινόμενον ἀπαλλάττει τῶν πυρετῶν καὶ ποιεῖ ἱδρῶτας, ὑδρωπικοῖς τε καὶ σπληνικοῖς βοηθεῖ εἰς κύστιν ἐκκαθαιρομένων τῶν ὑγρῶν. ὁμοίως δὲ καὶ τὸ πόλιον βοηθεῖ ἰκτερικοῖς, πολέμιον δέ ἐστι ταῖς κυούσαις γυναιξίν· ἐκβάλλει γὰρ τὰ ἔμβρυα. ὁ δὲ ὀνόγυρός ἐστιν εἶδος βοτάνης. [καὶ ὀνόγυρος δὲ εἶδος θάμνου. καλοῦσι δὲ αὐτὸν οἱ μὲν ἀνάγυρον, οἱ δὲ ὀνόγυρον, οἱ δὲ ἄκοπον, οἱ δὲ ἁγνάκορον, οἱ δὲ ὀζόγυρον G] ἐμπρίοντα δὲ τὸν ἀκανθώδη καὶ τραχὺν εἶπεν· πριονώδη γάρ ἐστι τὰ αὐτοῦ φύλλα.

μόσχον δὲ τὸν κλάδον φησί. γράφεται δὲ καὶ πολυαυχέα καὶ πολυανθέα.

τὰ δὲ σκύρα ὄρεξιν τῶν ἀφροδισίων παρέχει τοῖς βουσίν. ὡς οὖν τῶν βουκόλων ἐπεχόντων τὰς βοῦς καὶ κοπιώντων σκύρα ἐχθρὰ εἴρηται. τὸ δὲ

τάτ’ εἴαρι ἀντὶ τοῦ ἅτινα σίνατο καὶ ἔβλαψε τὸν βούτην, ἤγουν τὸν βουκόλον. ἐκτέμνει γὰρ ὑπὲρ τοῦ μὴ γεύεσθαι τὰς βοῦς αὐτῶν. οἱ δὲ τὸ ἐρυθράδιόν φασιν, ἐπεὶ φοινίσσεται τὰ δέρματα τῶν .γευομένων ζῴων.

τὸ δὲ σκυρόωσι ἀντὶ τοῦ ὀργῶσιν ἢ σκιρτῶσιν ἢ ἐκμαίνωνται. τῶν γὰρ σκύρων γευσάμεναι αἱ βόες ἐκκλίνονται, καὶ ταῦτα τοῖς βουσὶ μανίας ἐστὶ παρασκευαστικά. Βούτην, βουκόλον. ταῦτα γὰρ βλάπτουσι τοὺς βουκόλους. οἱ γὰρ βόες τρώγοντες αὐτὰ ὁρμητικοὶ γίνονται πρὸς τὰ ἀφροδίσια καὶ φεύγουσι τὰς ἀγέλας, ὥστε ἀναγκάζονται οἱ βουκόλοι διώκειν.

Ἡ δὲ πευκέδανος βοτάνη ἐστὶ πικρά. βαρύνεται δέ, ἵνα μὴ ιἦ ἐπίθετον.

ἀγραυλέι κοίτῃ; τῇ ἐν τῷ ἀγρῷ γινομένῃ· ἡ δὲ λέξις ἀγροικική.

χελείαις: ταῖς καταδύσεσι, παρὰ τὸ χεῖσθαι ἐν αὐταῖς τοὺς ὄφεις.

κεδρίδας: τὸν καρπὸν τῆς κέδρου. ἔχουσι γὰρ αὗται ὑγρότητα ἐλαιώδη.

τὸ δὲ λίπει ἔνι ἀντὶ τοῦ ἐν ἐλαίῳ τῷ ἐξ αὐτῶν, ὅπερ ἐστὶ ξηραντικόν.

καὶ ἀλθηέντα τὸν πρὸς ὑγείαν λαμβανόμενον, ὅ ἐστι θεραπευτικόν.

ὀδόντες δὲ οἱ δοίδυκες καὶ τριβεῖς. ἀντιπτώσει δὲ ἐχρήσατο. ἔδει γὰρ εἰπεῖν κνηστῆρος ὀδόντες.

σιάλων: ὅτε γάρ ἐστι νῆστις ὁ ἄνθρωπος, τότε τὸν αὐτοῦ σίελον πόρρω φεύγει ὁ ὄφις.