Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

Τὴν ἤτοι: ταύτην μέν. μινυανθὲς οἱ μὲν αὐτὴν ἐκάλουν, οἱ δὲ τρίφυλλον καλοῦσιν. Ἰόλαος δὲ ἐν τῷ περὶ Πελοποννησιακῶν πόλεων τὸ πήγανον ὑπὸ Πελοποννησίων ῥυτὴν καλεῖσθαί φησιν.

Ὅσον κύμβοιο: τοῦ ὀξυβάφου, ἐπειδὴ κυφόν ἐστι. σημειοῦται δὲ ἐκ τοῦ ἐπιφερομένου τραπεζήεντος. καὶ παρὰ Σώφρονι “κύμβου ὄγκον ἔχων” ἀντὶ τοῦ σκυφοειδοῦς ποτηρίου. τοῦτο οὖν λέγει, ὅτι λάβε τοσαῦτα σπέρματα ὅσον γεμισθῆναι ὀξύβαφον. Ἄλλως. κύμβοιο ἀντὶ τοῦ ὀξυβάφου οἷον ἐμβαφίου εἰς τράπεζαν πεποιημένου, ὅπερ καλεῖ γαργάριον ἡ συνήθεια.

Καρδόπῳ: ἀντὶ τοῦ κοίλῳ ἀγγείῳ ἢ καυκίῳ. καὶ ἀλκτήρια λέγεται τὰ ἀποσοβητήρια, ἤτοι ἀποκρουστικὰ νόσων.

Θρινακίην μὲν ῥίζαν: τὴν ἐν Σικελίᾳ γενομένην. οὕτως γὰρ καλεῖται ἡ Σικελία διὰ τὸ τρεῖς ἄκρας ἔχειν. τὰ δὲ ὀνόματα εἴρηνται τοῖς ἄλλοις. ἐν τῇ Σικελίᾳ δὲ γίνεται ἡ θάψος. ταύτης δὲ τῷ χυλῷ χρῶνται πρὸς ὄφεις. ἔστι δὲ χλωρότατον, ὅθεν οἱ βουλόμενοι χλωροὶ φαίνεσθαι καὶ νοσώδεις ταύτῃ περιχρίονται τὸ πρόσωπον. εὑρηκέναι δὲ αὐτήν φασι τὸν Κρατεύαν ἐπὶ νήσῳ τινὶ Θάψῳ μιᾷ τῶν Σποράδων. ἔστι δὲ αὕτη ἡ νῆσος ἀρκαιούσης καὶ Φοινίκης μεταξύ. Ἄλλως. Θρινακίην ἀντὶ τοῦ Σικελικήν. Τρινακρία γὰρ ἡ Σικελία διὰ τὸ τρεῖς ἄκρας ἔχειν.

Ῥάδικες κυρίως μὲν οἱ ἀπὸ τῶν φοινίκων κλάδοι. νῦν δὲ καταχρηστικῶς κέχρηται τῇ λέξει.

διανθέος δὲ ἤτοι τοῦ διαφανοῦς, εὐανθοῦς. ἢ δισανθοῦς διπλοῦν ἔχοντος ἄνθος, ὅτι δὶς κατ’ ἐνιαυτὸν ἀνθεῖ. ἢ διὰ τὸ τοὺς καυλοὺς αὐτοῦ ἀνθέρικας καλεῖσθαι.

καυλεῖον δὲ τὸν καλαμόν. καὶ τὸ ὑπέρτερον ἀνθερίκοιο ἀντὶ τοῦ μείζονας ἀνθέρικας τοῦ ἀστάχυος ἔχοντος.

τότε λοβὸς ἀμφίς: κωρίς. οὐ γὰρ ὥσπερ ὃ ἐρεβίνθῳ συμβέβηκεν τοῦτο καὶ ἐπὶ ἀσφοδέλῳ, ἀλλὰ χωρὶς ἕκαστον σπέρμα καθάπερ ἔγκειται. τινὲς δὲ τὸ ἀμφίς ἀντὶ τοῦ ἀμφί εἶναι γὰρ τὸν λόγον οὕτως, τὸ δὲ σπέρμα ὅπερ ὁ λοβὸς αὐτοῦ αὔξει. λοβὸς δὲ λέγεται πᾶσα λεπίς, ἧς ἔνδον ἐστὶ τὸ σπέρμα. ἢ ἀγγεῖόν ἐστιν ἐν ᾧ οἱ γεωργοὶ τὰ σπέρματα βάλλουσιν.

ἠὲ καὶ ἑλξίνην: καὶ γὰρ ἑλξίνη καλεῖται παρὰ τὸ ἕλκειν εἰς ἑαυτήν. ἡ γὰρ ὄφρησις αὐτῆς ἐστιν ἑλκυστική. Ἄλλως. ἑλξίνη εἶδος βοτάνης ἐστί καλεῖται δὲ οὕτως, ὅτι κωλύει τι φύεσθαι ἐγγὺς αὐτῆς.

Κλύβατις, ὅτι καὶ χυλὸν ἔχει κολλώδη κηρῷ οἰκεῖον καὶ τὸν προσιόντα κρατεῖ. ἑλξίνη δὲ καὶ κλύβατις, σιδηρῖτις, παρθένιον, περδίκιον· πάντα γὰρ ἐπὶ ἑνὸς φυτοῦ.

ἰάμνοις δὲ ταῖς ἰαμεναῖς καὶ ἕλεσιν.

πῖνε δ’ ἐντρίψας: πῖνέ, φησι, μίξας τὰ προειρημένα| κοτύλῃ οἴνου ἢ ὄξους. εἰ δὲ καὶ ὕδατι μίξαις καὶ πίοις τῷ μήτε ὄξος μήτε οἶνον παρεῖναι, ἀλύξειας ἂν καὶ ἐκφύγοις τὰ κακά.

ἐσθλὴν δ’ ἀλκιβίου: ἀντὶ τοῦ θεραπευτικήν. ἀλκίβιος δὲ λέγεται ἡ βοτάνη καὶ ἔχις, καὶ ἀλκίβιος μὲν ἀπὸ τοῦ εὑρόντος Ἀλκιβίου, ἔχις δὲ διὰ τὸ ἰᾶσθαι ὑπ’ αὐτῆς τοὺς ὑπὸ ἐχίδνης πληττομένους. Δημήτριός φησιν ὁ Χλωρὸς ὑπὸ ἔχεως πληγέντα τινὰ κατὰ βουβῶνα, τουτέστι τὸ γονάτιον, καὶ διαμασησάμενον τὴν λεγομένην ἀλκιβίου ῥίζαν καὶ τὸν μὲν χυλὸν καταπιόντα, τὸ δὲ μάσημα ἐπιθέντα τῷ τραύματι ἰαθῆναι εὐθύς. Ἄλλως. ἀλκίβιος ἐκλήθη διὰ τοιαύτην αἰτίαν. Ἀλκίβιον τοὔνομά τινα κοιμώμενον παρὰ τῇ ἁλωνίᾳ ἐγγὺς ὕδατος ἢ ἐγγὺς τῆς θημονίας (τὰ γὰρ δύο σημαίνει τὸ ἄντλον) ἔπληξεν ὄφις κατὰ τοῦ βουβῶνος, ἤγουν τοῦ γονατίου, ὃς ἀναστὰς καὶ ἀνασπάσας τὴν βοτάνην ταύτην τὸν μὲν χυλὸν αὐτῆς διαμασησάμενος κατέπιεν ὡς ἀποκρουστικὸν τοῦ ἰοῦ, τὸ δὲ μάσημα ἐπέθηκε τῷ ἕλκει.

Λείρια δ’ ὡς ἴα: ὡς τὰ ἴα αὐτὴν περιστέφει.

ῥαδινὴ δέ, λεπτή ἐστιν ἡ ῥίζα τοῦ ἀλκιβίου.

εἶθαρ ἀνέπνευσεν: ἤγουν εὐθέως ἀναπνεῦσαι αὐτὸν τῆς κακοπαθείας ἐποίησεν. ἰστέον ὅτι, ἐὰν γράφηται ἐνέπνευσε κάματον βίῃ, ἐπὶ τοῦ ὄφεως ἀκουστέον, τουτέστιν ὅτι πλήξας τὸν Ἀλκίβιον ὁ ἔχις εὐθέως πόνον καὶ ἀλγηδόνα εἰς τὴν δύναμιν αὐτοῦ ἐνέπνευσε καὶ ἐνέβαλεν. εἰ δὲ γράφεται ἀνέπνευσε καμάτων, τοιοῦτόν ἐστιν, ὅτι ὁ Ἀλκίβιος τὸ μάσημα, τουτέστι τὸν φλοῦν τῆς ῥηθείσης βοτάνης, τῷ τραύματι ἐπιθεὶς τὸν χυλὸν κατέπιεν, ἵνα ἔξωθεν ὁ καί σύνδεσμος παραλαμβάνηται, καὶ εὐθέως τοῦ πόνου καὶ τῆς κακοπαθείας βίᾳ ἀνέπνευσεν.

θηλάζων: τουτέστι τὸν ζωμόν, ἤγουν τὸν χυλόν, καταπίνων. πέσκος δὲ τὸν φλοιὸν τῆς βοτάνης. τὸ λέπος, φησί, τῷ τραύματι ἐπέβαλεν.

ἀργῆτι σὺν οἴνῳ: ἤγουν λευκῷ καὶ θερμῷ καὶ διαπύρῳ.

ἀστόργοιο δὲ τῆς μὴ βουλομένης θρέψαι τὰ βρέφη, τῆς μὴ στεργούσης. ἥτις, φησί, βοτάνη, πράσιος· θηλυκὸν γάρ. κατείρυσε δὲ ἀντὶ τοῦ καταρρεῦσαι ἐποίησε.

τὸ δὲ πρωτογόνου καὶ τῆς αρτι γεννηθείσης καὶ τῆς ἀρτίως καὶ πρῶτον τετοκυίας. νῦν δὲ τὸ δεύτερον σημαίνει. φασὶ γὰρ ὅτι αἱ μόσχοι τῇ σπάνει τοῦ γάλακτος ἄστοργοι γίνονται καὶ οὐ χαλῶσι ταῖς δαμάλεσι τὸ γάλα, ἀλλ’ ἀνακόπτουσι καὶ καρτεροῦσι. τρώγουσαι δὲ τὴν πράσιον (γαλακτοφόρος

γὰρ αὕτη) στέργουσι τὰ τέκνα ὑπὸ τοῦ πλεονάζοντος γάλακτος τοὺς μαστοὺς σφαραγούμεναι, οἱονεὶ σπαρασσόμεναι.

με λίφυλλον δὲ καὶ μελίκταιναν τὴν πράσιον οἱ ποιμένες καλοῦσι διὰ τὸ ὀσμὴν μέλιτος ἔχειν αὐτήν.