Scholia et glossae in Nicandri theriaca (scholia vetera et recentiora)

Scholia in Nicandrum

Scholia in Nicandrum. Nicandrea. Theriaca et Alexipharmaca. Schneider, Otto, editor. Leipzig: Teubner, 1856.

χαλαίποδος: γράφεται καὶ χωλοίποδος καὶ κυλλόποδος.

ἀμφότερα δὲ τὸν χωλὸν σημαίνει, χαλαίποδος διὰ τὸ κεχαλασμένους τοὺς πόδας ταῖς ἁρμονίαις ἔχειν. Ἡφαίστου νῆσον τῆν Λῆμνον ἐκάλεσε, ὡς λέγει καὶ Ὅμηρος (Il. Α 593) κάππεσεν ἐν Λήμνῳ.

Σάμον δὲ δυσχείμερον τὴν Σαμοθρᾴκην ἐδήλωσεν.

Ῥησκυνθίδος: τὸ Ῥησκύνθιον ὄρος Θρᾴκης Ἥρας ἱερόν, ἐξ οὗ τὴν προσηγορίαν ἔσχε Ῥησκυνθίδα. ἔστι δὲ τῆς Ηρας καὶ Ζηρυνθίου Απόλλωνος νεὼς ἐν τῷ αὐτῷ τόπῳ. τῆς δὲ Αἴνου πλησίον ἐστὶν ὁ ποταμὸς Ἕβρος. οὐ μακρὰν δέ ἐστι τοῦ ποταμοῦ ἡ Ζώνη ἡ πόλις, μεθ’ ἣν αἱ Ὀρφέως δρύες εἰσίν, ὑφ’ ἃς πόλις ἐστὶ Ζηρύνθιον, ἐν ᾗ τὸ ἄντρον. μέμνηται τῆς Ζώνης καὶ Ἀπολλώνιος (Argon. I 29)

ἐν τῇ Θρηικίῃ Ζώνῃ ἐπιτηλεθάουσαι.
μέμνηται καὶ οὗτος ὁ Νίκανδρος
τῷ μὲν ὑπὸ Σωναῖον ὄρος δρύες ἀμφί τε φηγοί ῥιζόθι δινήθησαν ἀνέστησάν τε χορείαν οἷά τε παρθενικαί.
Ἄλλως. Ῥησκύνθιον δὲ ὄρος Θρᾴκης, ἐν ᾧ Ἥρα ἐτιμᾶτο, ἐξ οὗ καὶ ἡ Ῥησκυνθίς.

καὶ δρύες, τουτέστιν ὄρος ἐν ᾧ εἰσιν αἱ δρύες τοῦ Οἰαγρίδου, τουτέστι τοῦ Ὀρφέως τοῦ υἱοῦ τοῦ Οἰάγρου. Ζηρύνθιον δὲ ἄντρον ἐστὶν ἐν Σαμοθρᾴκῃ. Λυκόφρων δέ φησι (v. 77)

Ζηρύνθιον ἄντρον τῆς κυνοσφαγοῦς θεᾶς,
ὅ ἐστι σπήλαιον τῆς Ἑκάτης.

Δήεις: διὰ μακροῦ ἀπεδόθη ἡ ἀπόδοσις. ἔστι δὲ οὗτος μακρὸς καὶ κατάστικτος.

ὅν τε λέοντα· λέοντα αὐτόν φησι καὶ λέγει ἢ διὰ τὸ πολύστικτον καὶ ποικίλον τῶν φολίδων ἢ διὰ τὸ γενναῖον. Ἅλλως. λέοντα ἐκάλουν τὸν κεγχρίνην ἢ διὰ τὸ ἑαυτὸν μαστίζειν τῇ οὐρᾷ καὶ διεγείρειν ἐις μάχην ὡς λέοντα ἑαυτόν, ἢ διὰ τὸ δάκνειν καὶ ῥοφᾶν τὸ αἷμα τοῦ ἀνθρώπου, ἅτινα δὴ καὶ λέων ποιεῖ. ῥοφᾷ δὲ τὸ αἷμα διὰ τῶν κατακλείδων.

Πολύστροφον: ἀντὶ τοῦ εὐκίνητον ἢ πολλὴν στροφὴν καὶ μέγεθος ἔχον, οἷον εὔμηκες. τὰ γὰρ μακρὰ τῶν ἑρπετῶν πολύστροφά εἰσιν.

αἶψα δὲ σαρκί: ταχέως δὲ περὶ τὴν σάρκα σηπεδόνας ἐποίησε δυσιάτους. αὗται γάρ εἰσιν αἱ πυθεδόνες· Ὅμηρος (Il. Δ 174)

σέο δ’ ὀστέα πύσει ἄρουρα,
καὶ Ἐρατοσθένης
οὐδὲ πελιδναί πυθεδόνες γάστρηναν ὑπέτρεφον οὐλοὸν ἕλκος.
οἱ δὲ Αἰολεῖς τὸ φθίνειν πύθεσθαι λέγουσι.

μαιμώσσων: ἀντὶ τοῦ ζητῶν καὶ ὁρμῶν. γράφεται καὶ λαιμώσσων, ἀντὶ τοῦ πεινῶν, ὡς Ἱππῶναξ

λαιμώσσει δέ σου τὸ χεῖλος ὡς ἐρωδιοῦ.

ἐπὶ κτίλα δὲ μῆλα τὰ ἥμερα καὶ τὰ ἑπόμενα τῷ κτίλῳ, τουτέστι τῷ προηγουμένῳ κριῷ.

ἠὲ Σάου: καὶ γὰρ τὸ μὲν Σάον καὶ τὸ Μόσυχλον ὄρη εἰσὶ τῆς Σάμου. μέμνηται δὲ καὶ τούτων τῶν τόπων ἐν Λήμνῳ τε καὶ Σαμοθρᾴκῃ, τὰς νήσους ἑκατέρας ἀπὸ τούτων σημαίνων. ἐκαλεῖτο δὲ Σάος ἡ ὅλη Θρᾳκικὴ Σάμος. καὶ Μόσυχλον δὲ τὰ ὄρη τῆς Λήμνου, ὡς Ἀντίμαχος

Ἡφαίστου πυρὶ εἴκελον, ἥν ῥα τιτύσκει δαίμων ἀκροτάτῃς ὄρεος κορυφῇσι Μοσύχλου·
καὶ Ἐρατοσθένης φησί
ἐν δέ οἱ ὄσσε κανθοῖς παμφαίνεσκε Μοσυχλαίῃ φλογὶ ἶσον.

ἄγραυλοι: ὅτε οἱ ἄγραυλοι, τουτέστιν οἱ ποιμένες, καταλείψαντες τὰ ἔργα τῶν νομέων, τουτέστι τοῦ βόσκειν, καταψύχωσιν ἑαυτοὺς καὶ τὰ θρέμματα ὑπὸ ταῖς μακεδναῖς, ἤγουν ἐπιμήκεσιν ἐλάταις, τουτέστιν ἐν ταῖς σκιαῖς.

καταπλέξῃ δὲ ἀντὶ τοῦ ἀγρεύσῃ. ἢ περιπλέξῃ, ἤγουν περιπλακῇ.

καὶ τὸ μαστίζων, ἑαυτὸν

δηλονότι τῇ οὐρᾷ, ἢ ὃν ἂν θέλῃ πλῆξαι [ἢ ἀντὶ τοῦ μαστίζων γράφεται λαιμώσσων, ἀντὶ τοῦ πεινῶν, ὡς Ἱππῶναξ
λαιμώσσει δέ σου τὸ χεῖλος ὡς ἐρωλιοῦ].

καὶ κληῖδας τὰς σάς, ἤτοι τὰς τοῦ πληττομένου, ἢ τοῦ οἰκείου χαλινοῦ.

σκολιήν: ἤτοι καμπας ἔχουσαν ὁδόν, ἀντὶ τοῦ μὴ εὐθεῖαν. καὶ δοχμὸς ἐναντιούμενος τῇ τοῦ ἑρπετοῦ πορείᾳ.

τοῖος Θρηικίῃσιν: ἤτοι τοιοῦτος πλησιάζει.

τὸν ἀσκαλαβώτην γαλεώτην οἱ Ἀττικοὶ καλοῦσιν. ἔοικε δὲ σαύρᾳ.

ἐρέει δὲ φάτις, ἤτοι φησὶν ὁ λόγος. ἱστορία Δήμητρος. λέγεται Ἄμβας υἱὸς Μετανείρας φθονερώτερον διενεχθῆναι πρὸς τὴν θυσίαν τῆς θεοῦ, διὸ αὐτὸν ἀσκαλαβώτην ἐποίησεν. ἢ ὅτι Μετανείρας υἱὸς Ἄμβας ἐδυσχέρηνεν ὅτι ἡ μήτηρ αὐτοῦ τὴν Δήμητραν ὑπεδέξατο καί τι ἐφθέγξατο εἰς τὴν θεόν· διὸ ὀργισθεῖσα τὸ ἐν τῷ κρατῆρι λείψανον ἐγχέασα αὐτῷ ἀσκαλαβώτην αὐτὸν ἐποίησεν. Ἄλλως. λόγος, φησί, τὴν Μετάνειραν τοῦ Τριπτολέμου εἶναι μητέρα, ὃν δέδωκε τῇ Δήμητρι ἀνατρέφειν. τοῦτον ἡ Δημήτηρ λαβοῦσα συνεχῶς αὐτὸν εἰς τὸ πῦρ ἔβαλλεν ἀπαθανατίσαι βουλομένη αὐτόν. ὡς δὲ ἐπιπολὺ τοῦτο ἐποίει, φωραθεῖσα ὑπό τινος ἐπαύσατο καὶ οὐκ ἀπηθανάτισεν αὐτόν. ὑπέδειξε δὲ αὐτῷ τὴν σπορὰν τοῦ σίτου. χρόνῳ δέ ποτε ἡ Μετάνειρα τὴν Δήμητραν ὑπεδέξατο εἰς τὸν οἶκον αὑτῆς. τῆς δὲ θυσίας γινομένης ἐπ’ αὐτῇ παρὼν Ἄμβας υἱὸς αὐτῆς ἕτερος ἐγέλασε καταγελῶν τῆς θυσίας. ἡ δὲ Δημήτηρ ὀργισθεῖσα ἀποχέασα τὸ ἐν τῷ κρατῆρι ἀπομεῖναν κέρασμα ἐποίησεν αὐτὸν ἀσκαλαβώτην.

Θεράπναις: ἤγουν ταῖς θεραπαίναις ἢ τόποις πρὸς ξενίαν ἐπιτηδείοις.

τὸ δὲ Ἀχαίη Δημήτηρ ἢ διὰ τὸ ἄχος καὶ τὴν λύπην τῆς θυγατρός, ἢ διὰ τὸν τῶν κυμβάλων ἦχον.

οὓς ἔλοπας: τουτέστιν ἀσθενεῖς ὄφεις. ἀπὸ γένους εἰς γένος ἄγει, οὕσπερ καλοῦσιν ἀπὸ τῆς χροιᾶς ἀμμώδεις καὶ μυοθήρας καὶ ἔλοπας. Λίβυας δὲ καλεῖ τοὺς ἀμμοδύτας· πολλοὶ γὰρ ἐν Λιβύῃ τοιοῦτοι τυγχάνουσι· πολυστεφέας δὲ τοὺς πολλοὺς στεφάνους ἔχοντας

καὶ γραμμάς· μυάγρους δὲ τοὺς μυόθηρας, οἳ καλοῦνται καὶ ὀροφίαι.