Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Ἀγαθοβούλου κτλ.] φιλόσοφοι οὗτοι κατ’ ἐκεῖνο καιροῦ ἀκμάσαντες, περιώνυμοι τὴν ἠθικὴν φιλοσοφίαν. ~ BΟ

ἀνίπτοις* γε ποσί] ἀντὶ τοῦ ἀποσχεδιάσας. ~ VMΟ

— ] παροιμία. ~ Γ

Σινωπέα*] τὸν Διογένη. ~ VM

— ] τὸν Πον⸤τικόν Διο⸥γένη λέγει. ~ ⸤B⸥

ἁμαρτημάτων καθήπτετο κτλ.] σημείωσαι. ~ Γ

περαίνει] ⸢⸤ση⸣μαίνει γὰρ τὸ περαίνειν καὶ⸥ τὸ ⸢τὸν⸣ ⸤συλ

λογισμὸν τέλειον εἶναι⸥ ⸢ἔχον⸣τα ⸤συμπέρασμα καὶ ⸢τὸ⸣ ⸥ αἰσχρῶς ⸤τινα κατὰ τὰ ⸢ἀ⸣φροδ⸥ίσια ⸤ἐνεργεῖσθαι⸥. ~ ⸤B⸥C⸢V⸣φMΟΩ

δακτύλιον* φύλαττε] εἰς τὸν ἀφεδρῶνα ἀπέσκωψε· καὶ γὰρ δακτύλιος λέγεται καὶ αὐτός. ~ VBφM0SΩ

ἑνὶ γοῦν ἐρωτηθέντι κτλ.] ὡραῖον. ~ VΟ

ὁ βασιλεύς με τῇ Ῥωμαίων* πολιτείᾳ τετίμηκεν] οὐ γὰρ ἔδει οὕτως εἰπεῖν ὅτι ’τῇ Ῥωμαίων ἐτίμησέ με πολιτείᾳ’· ἀδιανόητον γὰρ τοῦτο καὶ ἄδηλον, ποίᾳ τινὶ εἰσεγράψατο αὐτὸν φρατρίᾳ, ἐκ πολλῶν φρατριῶν τῆς Ῥωμαίων πολιτείας συγκεκροτημένης οἷον Οὐεττίων, Φλαβίων, Αὐρηλίων καὶ ἄλλων πλείστων· οὐ γὰρ καὶ πάσαις ἐπολιτογραφήθη εἷς ὤν. ἀλλ’ εἴπερ ἄρα, οὕτως ἐχρῆν εἰπεῖν ’τῇ Ῥωμαίων εἰσεγράψατό με πολιτείᾳ’, ἵνα τῷ πλάτει τοῦ ἀορίστου περιελαμβάνετο καὶ αὐτός, ἢ ὅτι Ῥωμαῖον βασιλεὺς ἐποίησέ με’· τὸ γὰρ αὐτὸ καὶ ἐκ τούτου παρεδηλοῦτο, ὃ καὶ αὐτὸς ὁ Δημῶναξ ὑπέθετο διορθούμενος, ἅμα δὲ καὶ σκώπτων ὡς μὴ καθαρῶς ἑλληνίζοντα Ἓλληνα βουλόμενον εἶναι. ~ BVΜΟΩ

Λακεδαιμόνιον*] ⸢ἐμ⸣άστιζον γὰρ ἑαυτοὺς ⸢Λά⸣κωνες τελούμενοι ⸢καὶ⸣ εἰς τοῦτο αὐτὸν ἀπο⸢σ⸣κώπτει. ~ ⸢V⸣BCφMΟΩ

ἀντὶ δὲ τῆς* βακτηρίας κτλ.] ⸢εἰς τὸ⸣ ἄρραβδον δια⸢σ⸣ύρει ὡς ὑπε⸢ρεί⸣σεως δεόμενον. ~ ⸢V⸣BφM0Ω. Addit Ο (scholio toto ad ὑπερίδου relato): ὅθεν καὶ τὸ ρει ἐνταῦθα δίφθογγον γραπτέον, ἄλλως δὲ ῖ. ~

λέοντας*] ⸢καὶ γὰ⸣ρ εἰώθαμεν τοὺς ⸢ἀν⸣δρείους εἰς ⸢λ⸣έοντας ἀπεικάζοντες ⸢οὕτως⸣ λέγειν λέων ἐστίν. ~ ⸢V⸣BM0SΩ

δρωπακισθῆναι* κτλ.] ⸤ἀντὶ τοῦ τῆς αὐτῆς αὐτὸν ἀξ⸥ίωσον ⸤ἀτιμίας, ἧς καὶ αὐτὸς σοὶ⸥ νῦν ἐ⸤πιμέμφεται· ταὐτὸν

γὰρ⸥ τὸ πιττοῦ⸤σθαι τῷ δρωπακίζε⸥σθαι, ἔστι δὲ ⸤ἄμφω τὸ τὰς τρίχας τοῦ⸥ παντὸς σώματος ⸤μαδᾶν χρ⸥ίσματι. ~ V⸤B⸥CφMΟSΩ

Κυναίγειρον*] τοῦτο γὰρ Κυναίγειρος πέπονθεν Ἀθηναῖος ἐν τῇ πρὸς Πέρσας ναυμαχίᾳ πελέκει πρὸς Πέρσου τὴν χεῖρα ἀποκοπείς. ~ VBCφMΟΩ

δὸς κτλ.] ἀπέσκωψεν εἰς Ἐπίκτητον ὡς, οἷς αὐτὸς φιλοσοφῶν οὐχ ὡμίλησεν, ἑτέρους ἐπείγοντα. ~ BΟ

Ἐλέου*] εἰ γὰρ ὁ Ἐλέου βωμὸς οἰκτίρμονας κηρύττει Ἀθηναίους, πῶς ἂν ἀνάσχοισθε, φησί, τοιοῦτον ὠμὸν πρᾶγμα θεάσασθαι; ~ BVφΟSΩ

— ] ὅτι Ἐλέου βωμὸς ἦν παρὰ Ἀθηναίοις, πρὸς ὃν οἱ καταφεύγοντες ἐσῴζοντο. ~ C