Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Τειρεσίας*] ⸢ὅτι τὸν Τειρεσίαν φασὶ μάντιν εἶναι καὶ ἐκ γυναικὸς εἰς ἄνδρα μεταβαλεῖν, οὐχ ὅτι τοῦτο γέγονεν — οὐδὲ γὰρ οἷόν τε —, περιεργότερον δὲ τὰ γυναικῶν ἐξειπόντα ἤθη τε καὶ πάθη τοῦτο φημισθῆναι. ὁ μέντοι Σικελιώτης ἱστοριογράφος Διόδωρος [32, 11] ἱστορεῖ τι τοιοῦτον, τὸ μὲν παλαιόν, τὸ δὲ καὶ ἐπ’ αὐτοῦ γεγονός⸣ καὶ γυναῖκα Καλλὼ⸣ γενομένην καὶ λεγομέν⸢ην⸣ ἀνοιδῆσ⸢αι, πρὸς τῷ ἠτρίῳ καθάπερ τι φῦμα σκληρόν, οὗ περιρραγέντος τὸ ἀνδρεῖον ⸢ἀναβλάστῃ⸣σαί, καίτοι καὶ γημαμένην ἀνδρί· ἀφ’ οὗ τῆς μὲν γυναικωνίτιδος ἀπαναστῆναι καὶ τῆς ταλασιουργίας ἀποστῆναι, ⸢ἀνδρῶ⸣ν δὲ μεταμφι⸢άσασθ⸣αἱ σχῆμα καὶ κλῆ⸢σιν ἀ⸣πολαβεῖν Κάλλω⸢να μετ⸣αφημισθέντα ⸢καὶ στρ⸣ατιώτην βίον ἐπανελθεῖν. ~ ⸢V⸣CU

ὅρμον*]⸢ὄρμος⸣ ὁ παραθαλάσσιος ⸢τόπος⸣, ἐν ᾧ καὶ ναυλο⸢χεῖν ἔξ⸣εστι, βαρυτόνως, ⸢ὁρμὸς δὲ ὀξυτόνως ὁ γυναι⸣κεῖος κόσμος. ~ ⸢V⸣CS