Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Μυρτίου*] ⸢Μύρτιον καὶ Μου⸣σάριον ⸢καὶ Γλυκέριον καὶ εἴ⸣ τι τοι⸢οῦτον Ἀττικοί⸣ εἰσιν ⸢ὑποκορισμοί⸣, τὸ ⸢μὲν ἐπίπαν μα⸣χλώ⸢σαις ἀνακεί⸣μένοι γυναι⸢ξίν, διέβη μ⸣έντοι ἡ χρῆ⸢σις καὶ ἐπὶ πα⸣ντὸς τοῦ θή⸢λεος γένους. τὸ⸣ Μύρτιον μὲν ⸢οὖν τοῦ Μυρτ⸣ώ ὑποκορι⸢σμὸς καὶ τὸ⸣ Μουσάριον τοῦ ⸢Μοῦσα καὶ τοῦ Γ⸣λυκέρα τὸ Γλυκέριον, ὡς⸣ καὶ τοῦ Εὐφη⸢μία τὸ Εὐφἠμιον⸣ καὶ ἐπὶ τῶν ⸢ἄλλων ὁμοίως⸣. ~ ⸢V⸣CMSU

Θεσμοφορίοις*] Θεσμοφορία ἑορτὴ Ἑλλήνων μυστήρια περιέχουσα, τὰ δὲ αὐτὰ καὶ Σκιρροφορία καλεῖται. ἤγετο δὲ κατὰ τὸν μυθωδέστερον λόγον, ὅτι, 〈ὅτε〉 ἀνθολογοῦσα ἡρπάζετο ἡ Κόρη ὑπὸ τοῦ Πλούτωνος, τότε κατ’ ἐκεῖνον τὸν τόπον Εὐβουλεύς τις συβώτης ἔνεμεν ὗς καὶ συγκατε

πόθησαν τῷ χάσματι τῆς Κόρης· εἰς οὖν τιμὴν τοῦ Εὐβουλέως ῥιπτεῖσθαι τοὺς χοίρους εἰς τὰ χάσματα τῆς Δήμητρος καὶ τῆς Κόρης. τὰ δὲ σαπέντα τῶν ἐμβληθέντων εἰς τὰ μέγαρα κάτω ἀναφέρουσιν ἀντλήτριαι καλούμεναι γυναῖκες καθαρεύσασαι τριῶν ἡμερῶν καὶ καταβαίνουσιν 5 εἰς τὰ ἄδυτα καὶ ἀνενέγκασαι ἐπιτιθέασιν ἐπὶ τῶν βωμῶν · ὧν νομίζουσι τὸν λαμβάνοντα καὶ τῷ σπόρῳ συγκαταβάλλοντα εὐφορίαν ἕξειν. λέγουσι δὲ καὶ δράκοντας κάτω εἶναι περὶ τὰ χάσματα, οὓς τὰ πολλὰ τῶν βληθέντων κατεσθίειν · διὸ καὶ κρότον γίνεσθαι, ὁπόταν ἀντλῶσιν αἱ γυναῖκες καὶ ὅταν ἀποτιθῶνται πάλιν τὰ πλάσματα ἐκεῖνα, ἵνα ἀναχωρήσωσιν οἱ δράκοντες, οὓς νομίζουσι φρουροὺς τῶν ἀδύτων. τὰ δὲ αὐτὰ καὶ ἀρρητοφόρια καλεῖται καὶ ἄγεται τὸν αὐτὸν λόγον ἔχοντα περὶ τῆς τῶν καρπῶν γενέσεως καὶ τῆς τῶν ἀνθρώπων σπορᾶς. ἀναφέρονται δὲ κἀνταῦθα ἄρρητα ἱερὰ ἐκ στέατος τοῦ σίτου κατεσκευασμένα, μιμήματα δρακόντων καὶ ἀνδρείων σχημάτων. λαμβάνουσι δὲ κώνου θαλλοὺς διὰ τὸ πολύγονον τοῦ φυτοῦ. ἐμβάλλονται δὲ καὶ εἰς τὰ μέγαρα οὕτω καλούμενα ἄδυτα ἐκεῖνά τε καὶ χοῖροι, ὡς ἤδη ἔφαμεν, καὶ αὐτοὶ διὰ τὸ πολυτόκον εἰς σύνθημα τῆς γενέσεως τῶν καρπῶν καὶ τῶν ἀνθρώπων οἷον χαριστήρια τῇ Δήμητρι, ἐπειδὴ τοὺς Δημητρίους καρποὺς παρέχουσα ἐποίησεν ἥμερον τὸ τῶν ἀνθρώπων γένος. ὁ μὲν οὖν ἄνω τῆς ἑορτῆς λόγος ὁ μυθικός, ὁ δὲ προκείμενος φυσικός. Θεσμοφορία δὲ καλεῖται, καθότι θεσμοφόρος ἡ Δημήτηρ κατονομάζεται τιθεῖσα νόμους ἤτοι θεσμούς, καθ’ οὓς τὴν τροφὴν πορίζεσθαί τε καὶ κατεργάζεσθαι ἀνθρώπους δέον. ~ R

Ἀλωπεκῆθεν*] ⸢δῆμος Ἀττ⸣ικὸς ἡ Ἀ⸢λωπεκῆ⸣. ~ ⸢V⸣U

ἡ Δωρὶς αὕτη κτλ.] ὡραῖον. ~ V

ἀπέσωσας: τὸ ἐν τῇ συνηθείᾳ ἐπλήρωσας ἢ τὸ λεῖπον προστέθεικας. ~ R.