Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὑποδήματα ἐκ Σικυῶνος*] τὰ Σικυώνια ὑποδήματα διεφέροντο παρὰ τοῖς παλαιοῖς ὡς καὶ αἱ Ἰφικρατίδες κρηπῖδες, ἀπὸ Ἰφικράτους πολλὴν φιλοκαλίαν περὶ τὴν ὑπόδεσιν ἐπιδεδειγμένου. ~ SC

σαπέρδας: ἢ αἱ ἀφύαι αἱ καλάμοις διειρμέναι καὶ τεταριχευμέναι, ἢ τὰ ὕεια τεμάχη, ἃ γόνδην Παφλαγόνες φασίν. αἱ πέρκαι δὲ εἶδος ἰχθύος καὶ αὐτὸ τεταριχευμένον, καὶ ἔοικεν ἀπὸ τούτου καὶ ὁ σαπέρδης τὰ ἀπὸ τῶν ἀφύων νῦν ταρίχη σημαίνειν. οἱ δὲ ἀκριβέστεροι σαπέρδην φασὶ τέμαχος τεταριχευμένον ἰχθύος· τὸν γὰρ κορακῖνον ἰχθὺν σαπέρδην οἱ Ποντικοί φασιν. ~ CS

τυρὸν — ἐκ Γυθίου: Γύθιον τόπος παραθαλάσσιος τῆς Λακωνικῆς. ~ CMS

Διοσκούρω] ὡς ναύτης τοὺς Διοσκούρους καλεῖ· οὗτοι γὰρ σωτῆρες ἐλέγοντο εἶναι τοῖς πλέουσι. ~ S

δάπιδας] δάπις, δάπιδος. τὴν τάπητα λέγει. ~ C