Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

πλαίσιον παράταξις ἐν τετραπλεύρῳ τῷ σχήματι. ταύτην δὲ ἐκτάσσουσιν, ὁπότε ὀλίγοι πρὸς πλείους διαγωνίζονται. ἐλπίζοντες γὰρ κυκλωθῆναι, ὡς ἂν ἔχωσι τῷ κυκλώματι πάντοθεν συναντᾶν τὰ πρὸς τὴν μάχην καὶ συνάπτειν ἐκ παντὸς μέρους, τρέψαντες αὑτοὺς ἀντιπροσώπους τῶν κυ10 κλούντων ἀπομάχονται νηλεὲς ἀμυνόμενοι ἦμαρ. ἐν τετραπλεύρῳ δὲ καὶ οὐκ ἐν κύκλῳ πρῶτον μέν, ἵνα τῇ ἐκτάσει τῶν πλευρῶν συμπαρατείνεσθαι ἀναγκάζοντες τοὺς κυκλοῦντας τὸν συνασπισμὸν αὐτῶν διακόπτοιεν τῷ διαλείποντι τῆς κυκλώσεως, εἶτα δὲ καὶ ταῖς γωνίαις τοῦ σχήματος, εἴ πῃ παρείκοι, διατέμνειν τὴν κύκλωσιν ἔχωσι καὶ κατ’ ὀλίγους ἀπολαμβάνοντες τοὺς κυκλοῦντας εὐχερέστερον κατεργάζωνται. ~ SU

ἀπὸ τῆς πέλτης: πέλτη ὁ μικρὸς θυρεός. ~ CMNS

ἡ φοινικίς: ἱμάτιον ἐρυθρόν. τοιοῦτο δὲ ἐφόρουν οἱ τὸ Ἐνυάλιον διαθλοῦντες καὶ ὑποδήματα φοινικᾶ καὶ αὐτά. Λακώνων δὲ ἦν ἐπιτηδεύματα ταῦτα βουλομένων μηδὲν ἀποδειλιᾶν ἐν πολέμῳ τοὺς πληττομένους τῷ τοῦ αἵματος μολυσμῷ τὴν ψυχὴν θραυομένους, ἀλλ’ ἀνεπαισθήτως ἔχειν τοῦ γεγονότος, κλεπτομένης τῆς ὄψεως τοῦ ἐρυθήματος τῇ φοινικίδι διὰ τὴν ὁμόχροιαν. ~ RCS

σαρίσσῃ] σάρισσα Μακεδονικὸν ὅπλον, ὃ καὶ παλτόν φασι. τὸ δ’ αὐτὸ καὶ μέναυλον καλοῦσιν. ~ MNS

Λημνιάδας ἢ Δαναΐδας] ἀμφότεραι γάρ, καὶ Λημνιάδες καὶ Δαναΐδες, τοὺς σφετέρους ἀπεκτόνασιν ἄνδρας· ἀφ’ οὗ καὶ ἡ παροιμία Λήμνια κακά. ~ S