Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἀμελούμενος* κτλ.] σημείωσαι διὰ τὴν σύνταξιν· γενικῇ χρήσασθαι ὀφείλων καὶ εἰπεῖν ἀμελουμένου δὲ καὶ μὴ φέροντος τὴν ὑπεροψίαν ἐγὼ μὲν ἀπέρριψα τὸν δίσκον

οὐχ οὕτως ἐποίησεν, ἀλλ’ εὐθεῖαν προτάξας ἄλλην ἐπήγαγεν. ἤτοι οὖν ὅμοιον τοῦτο τῷ Ὁμηρικῷ τῷ [μ 73] οἱ δὲ δύο σκόπελοι ὁ μὲν οὐρανὸν εὐρὺν ἱκάνει ἢ ἐν ὑπερβατῷ οὕτω νοητέον 〈τὴν〉 σύνταξιν ἀμελού μενος δὲ ἀπὸ τὸ Ταΰγετον καταπνεύσας. ἀλλὰ καὶ τοῦτο πάλιν ζητεῖται, διὰ τί οὐκ εἶπεν ἀπὸ τοῦ Ταΰγέτου καταπνεύσας’ ἀλλ’ ἀπὸ τὸ Ταΰγετον· καὶ φαμέν, ὅτι Ἀττικὴ συνήθεια τοῦτο ἀντὶ γενικῆς εἰς εὐθεῖαν ἐκλαμβάνει. ~ Ω

Ταΰγέτου*] ὄρος τῆς Λακωνικῆς. ~ Γ

ἐπαιάζοντα*] ἐπιθρηνοῦντα· λέγεται γὰρ ἐν τοῖς φύλλοις τῶν ὑακίνθων ἐπιγεγράφθαι τὸ πρῶτον γράμμα τοῦ Ὑακίνθου. ~ ΓΩ