Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἐκεραύνωσεν*] ὁ Ἀσκληπιός, ὡς λέγουσιν, ἄριστος ὢν ἰατρὸς τοὺς ἀποθνῄσκοντας ἤγειρε, καὶ ἐπὶ τούτῳ ὁ Ζεὺς 10 ὀργισθεὶς ἐκεραύνωσεν αὐτόν. ~ ΓΩ ἀνθρώποις κτλ.] ὡραῖον. ~ Γ

ἐγκαύματα*] Δηιάνειρα ἡ τοῦ Ἡρακλέους γυνὴ ἱμάτιον εἶχεν, ἐν ᾧ θανάσιμον ἐβέβλητο φάρμακον, αὕτη δὲ ἐνόμιζεν ἐρωτικὸν αὐτὸ εἶναι παρασκευάζον φιλεῖσθαι τὸν πέμποντα. ὁ οὖν Ἡρακλῆς παραλαβὼν τὴν Οἰχαλίαν ἔλαβεν ἐκεῖθεν κόρην εὐπρεπῆ τὴν Ἰόλην καὶ ἠράσθη αὐτῆς. φοβηθεῖσα ἡ Δηιάνειρα πέμπει αὐτῷ τὸ ἱμάτιον, ἵνα αὐτὴν φιλήσῃ καὶ μὴ τὴν Ἰόλην. ὁ δὲ φορέσας ἐκ τῶν φαρμάκων ἀνήφθη. καταπονούμενος οὖν ᾐτήσατο τοὺς παρόντας ἐνεγκεῖν πῦρ καὶ καῦσαι αὐτόν· καὶ ἐγένετο. ~ ΓΩ

ποδήρη*] ἱμάτιον ἄχρι τῶν ποδῶν γυναιξὶ πρέπον. ~ Γ