Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

⸢Ἀρίων ὁ ἀπὸ Λέσβου κιθαρῳδὸς ἦν ἄριστος. τοῦτον μετὰ πολλῶν πλέοντα χρημάτων οἱ ναῦται τῶν χρημάτων

ἐπιθυμήσαντες εἰς τὴν θάλασσαν ἔρριψαν, δελφὶς δὲ αὐτὸν ὑπο⸣δεξάμενος εἰς τὴν γῆν ἐξήγαγεν, ὡς ἱστορεῖ ⸢Ἡρόδοτος⸣ [Ι 24]. ~ Γ⸢V⸣Ω

Μηθύμνης*] πόλις τῆς Λέσβου. ~ ΓVΩ

Ἀρίονα] παρὰ τὰ παρ’ Ἡροδότῳ [Ι 24] καὶ τοῖς λοιποῖς ἅπασιν ἱστορούμενα περὶ Ἀρίονος τὰ παρόντα· ὁ μὲν γὰρ ἐξ Ἰταλίας εἰς Κόρινθόν φησι μετὰ μεγάλων πλούτων τῶν ἀπὸ τῆς μουσικῆς τῆς ἐργασίας ἀναπλέοντα τὰ προκείμενα παθεῖν τὸν Ἀρίονα οὐδὲ ὡς ὑπόκειται. ~ B

ὁ δὲ πλουτήσας κτλ.] σημείωσαι. ~ Γ

παρανέων*] κολυμβῶν. ~ Γ