Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τὸ κῆτος κτλ.] Κασσιέπεια ἡ γυνὴ τοῦ Κηφέως ὕβρισε τὰς Νηρηίδας. διὰ τοῦτο ὁ Ποσειδῶν ἔπεμψε κατὰ τῆς χώρας τοῦ Κηφέως κῆτος. τοῦ δὲ κήτους πολλὰ βλάπτοντος χρησμὸς ἐδόθη, ὅτι οὐ παύσεται, ἐὰν μὴ δοθῇ αὐτῷ ἡ θυγάτηρ τοῦ Κηφέως Ἀνδρομέδα. ἐδόθη καὶ ἐλθὼν ὁ Περσεὺς ἔσωσεν αὐτήν. ~ ΓCΩ

σῶστρα*] τὰ ὑπὲρ σωτηρίας δῶρα. ~ ΓΩ

ὅπου διῃτῶντο κτλ.] ὡραῖον. ~ Γ

ἅρπην*] δρέπανον. ~ Γ

προκειμένην] προβεβλημένην. ~ ΓM

καθειμένην κτλ.] τὸ ἑξῆς καθειμένην τὰς κόμας πολὺ νέρθεν τῶν μαστῶν. ~ MΩ

πρόκωπον* — τὴν ἅρπην] γεγυμνωμένην τὴν δρεπάνην. ~ Γ

— ] ἀντὶ τοῦ κόπτειν προκειμένην ἢ γεγυμνωμένην. ~ M

προκαθικνεῖται*] προκαταλαμβάνει. ~ ΓΜ