Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Γαλάτεια*] ⸢λέγεται τῆς Γαλα⸣τείας ὁ Κύκλωψ ⸢ἐρᾶν. ὁ δὲ⸣ Κύκλωψ υἱὸς ⸢ἦν Ποσειδῶνος, π⸣οι⸢μὴν τὴν τέχνην, ἕν⸣α ἔχων ⸢ὀφθαλμὸν ἐ⸣πὶ τοῦ μετώπου, ⸢τὴν θέαν πά⸣νυ ἄγριος. ~ ⸢V⸣Γ

σιτούμενος τοὺς ἐπιδημοῦντας*] ἐλέγετο γὰρ καὶ ἀνθ⸢ρωποφάγος⸣ εἶναι. Ὅμηρος [ι 292 sq.] εἰσάγ⸢ει αὐτὸν ἐκ⸣ τῶν Ὀδυσσέως ἑταίρων ⸢ἐσθίοντα⸣. ~ Γ⸢V⸣Ω