Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Φινεύς*] ὁ μὲν Φινεὺς τυφλὸς ἦν, ὁ δὲ Λυγκεὺς πάνυ ὀξέως ἔβλεπεν. ~ ΓCφMΩ

— ] ⸤Ἀρ⸥κὰς μὲν ὁ Φινεὺς καὶ ⸤π⸥ερὶ Στύμφαλον κατοικῶν· ⸤ιιὧ⸥ καὶ αἱ Ἅρπυιαι τὰ δεῖπνα σινόμεναι πρὸς τοῦ Ἀλ⸤κ⸥μήνης Ἡρακλέους ἐξετο⸤π⸥ίσθησαν. Ἀθηναῖος δὲ ὁ

Λυγκεὺς ὀξυδερκέστατος ⸤τ⸥οσοῦτον, ὡς καὶ τὰ κατὰ γῆς ὁρᾶν δύνασθαι. ~ ⸤B⸥CφMNΩ

ἐπάλξεσιν*] ἔπαλξίς ἐστιν ὁ προμαχεὼν τοῦ τείχους. ~ ΓR

διαφέρεσθαι*] φιλονεικεῖν, μάχεσθαι. ~ ΓR

Μηδείας*] δρᾶμα Εὐριπίδου ἡ Μήδεια, ἐν ᾧ λέγει ἡ Μήδεια ὡς [250]

τρὶς ἂν παρ’ ἀσπίδα στῆναι θέλοιμ’ ἂν μᾶλλον ἢ τεκεῖν ἅπαξ.
~ R

βλᾶκα*] βλὰξ ὁ ἀνόητος ἐνταῦθα. ~ BφMNΩ

ὄρνεα: Πρόκνη καὶ Φιλομήλα. ~ R

δένδρα: ἡ Δάφνη. ~ R

θηρία: ἡ θυγάτηρ τοῦ Λυκάονος ἡ Καλλιστώ. ~ R

Λυκάονος θυγατέρα] τὴν Καλλιστὼ λέγει. ~ M