Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τράπεζα ὑπὲρ τὰς* ἐν Σικελίᾳ] διατεθρύλληται τοῦτο ὡς ἐν παροιμίᾳ Σικελικὴ τράπεζα. λέγεται δὲ καὶ τρυφῆς Συβαριτικῆς ἀπὸ τῆς ἐν Ἰταλίᾳ πόλεως τῆς Συβάρεως. ~ R

⸤ὁ Φάω⸥ν, ὡς λέγουσι, γέρων ⸤ὢν⸥ διεβίβασε τὴν Ἀ⸤ φροδί⸥την. καὶ ἡ Ἀφροδίτη ⸤ἐρασ⸥θεῖσα αὐτοῦ, ἐπειδὴ ⸤ ⸤γέρων⸥ ἦν, μετέβαλεν ⸤αὐτὸν⸥ εἰς νεώτερον. ~ Γ⸤B⸥RCφΩ B ⸥RCφ Ω

Κόδρου* δὲ εὐγενέστερος] Μέλανθος Πύλιος ὢν ἀπὸ Πύλου — νῆσος δὲ αὕτη τῆς Πελοποννήσου — εἰς Ἀθήνας ἐλθὼν πολέμου καταλαβόντος ἐμονομάχησε Ξάνθῳ τῷ Βοιωτῷ ὑπὲρ Ἀθηναίων ἐπὶ μισθῷ τῇ βασιλείᾳ τῶν Ἀθηναίων καὶ νικήσας ἐβασίλευσεν. τούτου δὲ υἱὸς ὁ Κόδρος. ~ ΓRφΩ. Addit R: ἐπ’ εὐγενείᾳ διαβόητος. ~