Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Τιθωνόν*] τὸν Τιθωνὸν ἄνθρωπον ὄντα ἥρπασεν ἡ Ἡμέρα καὶ φιλοῦσα αὐτὸν ἐποίησε πολυχρόνιον. ~ ΓRMΩ

— ] τούτῳ τῷ Τιθωνῷ τὴν Ἡμέραν ὁ μῦθος ἐρωμένην ἀποφήνας καὶ πρὸς γάμον συναρμόσας ἐπὶ τὸ μήκιστον τοῦ χρόνου παρέλκει τὸ ζῆν. ~ B

ἐπίτομόν* τινα ὁδόν] ὁδὸν σύντομον. ἐπιεικῶς*] πάνυ. ~ ΓΜ

ὁ νεβρὸς τὸν λέοντα] παροιμία. ~ ΓMΩ. Addunt MΩ: ἐπὶ τῶν μὴ προσηκόντων. ~

— ] καὶ αὕτη ἡ παροιμία ὁμοία ταῖς ἀνωτέρω. ~ φ

— ] καὶ αὕτη ὁμοία ταῖ⸤ς ἀνωτέρω⸥ δυσὶ παροιμίαις· ⸤ ἀναστρο ⸥φῆν φυσικῶν εἰς⸤ ⸥παρὰ τὸ προσἧκο⸤ν πρα⸥γμάτων. ~ ⸤B⸥

κατασοφισθείς*] ἀπατηθείς. ~ ΓΩ

τράπεζα ὑπὲρ τὰς* ἐν Σικελίᾳ] διατεθρύλληται τοῦτο ὡς ἐν παροιμίᾳ Σικελικὴ τράπεζα. λέγεται δὲ καὶ τρυφῆς Συβαριτικῆς ἀπὸ τῆς ἐν Ἰταλίᾳ πόλεως τῆς Συβάρεως. ~ R

⸤ὁ Φάω⸥ν, ὡς λέγουσι, γέρων ⸤ὢν⸥ διεβίβασε τὴν Ἀ⸤ φροδί⸥την. καὶ ἡ Ἀφροδίτη ⸤ἐρασ⸥θεῖσα αὐτοῦ, ἐπειδὴ ⸤ ⸤γέρων⸥ ἦν, μετέβαλεν ⸤αὐτὸν⸥ εἰς νεώτερον. ~ Γ⸤B⸥RCφΩ B ⸥RCφ Ω