Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

οὐ διασπάσας κτλ.] οὐ διασχίσας. λέγεται γάρ, ὅτι ὁ Φίλιππος χρήματα παρέχων στάσεις ἐνέβαλεν ἐν ταῖς πόλεσιν. ~ ΓφMUΩ

προδοσίαις ὠνούμενος] ⸤εἰς⸥ Φίλιππον ἀποσκώπτει ⸤χρήμασι π⸥ολλοῖς κατεστρατηγη⸤κότα κότα τοὺς ἀν⸥τιπάλους. ~ ⸤B⸥

κάνδυν*] ἱμάτιον Περσικόν, ὡς δὲ τινὲς λέγουσιν, ὅτι τὸ Ἀρκαδίκιον. ~ ΓMUΩ

— ] κάνδυς 〈ἱμάτιον Περσικόν〉. ὅμοιον τοῦτο χλαμύδι, εὐρυχωρότερον δέ. καὶ οὐ πρὸς τὸν ὦμον ἀνοιγόμενος ὁ κάνδυς οὐδὲ τὴν περόνην ἐς κόρακα ἀνατείνων, ἀλλὰ κατὰ τὸ ἔμπροσθεν συναγόμενος καὶ πρὸς τὸ στέρνον τὴν περόνην ἐπαναπαύων, ᾧπερ καὶ νῦν ὁ βασιλεὺς καὶ οἱ πατρίκιοι κατὰ τοὺς ἐφεστίους χρηματισμοὺς εἰώθασι χρῆσθαι. ἡ δὲ τιάρα ὀξύ τι περίβλημα κεφαλῆς, ὃ πάντες ἔφερον Πέρσαι οἱ ἄλλοι μὲν πλάγιον, ὄρθιον δὲ βασιλεὺς μόνος. ~ BΝ

νῦν* μὲν κτλ.] ἀλλὰ καὶ Ἄρης καὶ Ἀφροδίτη καὶ Ἀθηνᾶ, θεοὶ ἀναμφίβολοι, ὡς ὁ μῦθος βοᾷ, τέτρωνταί τε καὶ αἵματι διαρρέονται. ~ B

ἐπικερτομοῦντας*] ἐπισκώπτοντας, ἐπιχλευάζοντας. ~ Γ

μυδῶντα*] σεσημμένον, ἐκρέοντα. ~ Γ