Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Ἄμμωνος*] Ἄμμων ἐν τῇ Λιβύῃ καλεῖται ὁ Ζεύς. πρὸς τοῦτον ἀπῆλθεν Ἀλέξανδρος μαντείαν λαβεῖν, καὶ ἀποκριθεὶς Ἄμμων εἶπεν υἷός μου εἶ. ~ ΓCφMUΩ

συνηνέχθης*] συνανεστράφης. ~ ΓMΩ

τοξάρια*] μικρὰ ἀκόντια. ~ ΓMΩ

πελτίδια*] μικρὰ σκουτάρια. ~ ΓMΩ

— ] μικρὰ ἀσπιδίσκια. ~ φ

γέρρα οἰσύινα*] πλεκτὰ ἀπὸ οἰσύας. οἰσύα δέ ἐστι φυτόν, ἀφ’ οὗ πλέκονται τὰ καλάθια. ~ ΓUΩ

⸤γέρρα οἰσύι⸥να: οἰσύα γένος τι ἰτέας, ⸤ἀφ’ ἧς⸥ ἔπλεκον τὰ κανᾶ. ἐκ τούτων ⸤δὲ καὶ τὰ⸥ γέρρα. σκεπαστήρια ταῦτα ⸤πολε⸥μικά, οὐ κυκλοτερῆ δὲ ὡς αἱ ἀ⸤ ἀ⸤σπίδες⸥ ἀλλὰ τετράγωνα, καὶ οὐδὲ ⸤ταῖς π⸥αρατάξεσιν ὑφ’ ἑκάστου στρα⸤τιώ του⸥ φερόμενα ὡς αἱ ἀσπίδες ἀλλὰ τ⸥οῖς σταθμοῖς καταπηγνύμενα ⸤ἢ εἴπ⸥ερ ἄρα ἐξόπισθεν τῆς παρα⸤τάξεως⸥ τάξεως⸥ ὡς σκέπη ἐσόμενα τῇ ⸤στρατ⸥οπεδείᾳ ἀπὸ τῶν ἀπὸ τῆς παρα⸤τάξεως⸥ φερομένων βελῶν. ~ ⸤B⸥ N

μύριοι μετὰ Κλεάρχου] τούτων μέμνηται ἐν ταῖς Ἀναβάσεσι Ξενοφῶν. ἀνέβησαν δὲ μετὰ τοῦ μικροῦ Κύρου κατὰ Ἀρταξέρξου τοῦ ἀδελφοῦ αὐτοῦ. ~ ΓUΩ

οὐ διασπάσας κτλ.] οὐ διασχίσας. λέγεται γάρ, ὅτι ὁ Φίλιππος χρήματα παρέχων στάσεις ἐνέβαλεν ἐν ταῖς πόλεσιν. ~ ΓφMUΩ

προδοσίαις ὠνούμενος] ⸤εἰς⸥ Φίλιππον ἀποσκώπτει ⸤χρήμασι π⸥ολλοῖς κατεστρατηγη⸤κότα κότα τοὺς ἀν⸥τιπάλους. ~ ⸤B⸥

κάνδυν*] ἱμάτιον Περσικόν, ὡς δὲ τινὲς λέγουσιν, ὅτι τὸ Ἀρκαδίκιον. ~ ΓMUΩ

— ] κάνδυς 〈ἱμάτιον Περσικόν〉. ὅμοιον τοῦτο χλαμύδι, εὐρυχωρότερον δέ. καὶ οὐ πρὸς τὸν ὦμον ἀνοιγόμενος ὁ κάνδυς οὐδὲ τὴν περόνην ἐς κόρακα ἀνατείνων, ἀλλὰ κατὰ τὸ ἔμπροσθεν συναγόμενος καὶ πρὸς τὸ στέρνον τὴν περόνην ἐπαναπαύων, ᾧπερ καὶ νῦν ὁ βασιλεὺς καὶ οἱ πατρίκιοι κατὰ τοὺς ἐφεστίους χρηματισμοὺς εἰώθασι χρῆσθαι. ἡ δὲ τιάρα ὀξύ τι περίβλημα κεφαλῆς, ὃ πάντες ἔφερον Πέρσαι οἱ ἄλλοι μὲν πλάγιον, ὄρθιον δὲ βασιλεὺς μόνος. ~ BΝ

νῦν* μὲν κτλ.] ἀλλὰ καὶ Ἄρης καὶ Ἀφροδίτη καὶ Ἀθηνᾶ, θεοὶ ἀναμφίβολοι, ὡς ὁ μῦθος βοᾷ, τέτρωνταί τε καὶ αἵματι διαρρέονται. ~ B

ἐπικερτομοῦντας*] ἐπισκώπτοντας, ἐπιχλευάζοντας. ~ Γ

μυδῶντα*] σεσημμένον, ἐκρέοντα. ~ Γ