Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Τροφώνιε καὶ Ἀμφίλοχε] ὁ μὲν Τροφώνιος ἐν Λεβαδεᾳ τῆς Βοιωτίας, καθ’ ὃ νῦν ἐπὶ λόφου τὸ μαρτύριον Χριστοφόρου τοῦ ἱεροῦ μάρτυρος, τὸ αὑτοῦ συνεστήσατο χρηστήριον πρὸς τῇ συναγκείᾳ τῶν ἐκεῖ πετρωδῶν λόφων, ὁ δὲ Ἀμφίλοχος ἐν Κλάρῳ τῆς κάτω Ἀσίας οὐ πόρρω πολὺ τῆς Μιλήτου. ~ BMNΩ

— ] Τροφώνιος καὶ Ἀμφίλοχος ἥρωες ὄντες ἐμαντεύοντο. λέγουσι δέ, ὅτι οἱ τόποι, ἐν οἷς ἐτάφησαν, ἐπέμειναν μαντευόμενοι. ~ ΓRφΩ. Addit R: τοῦτον γοῦν τὸν Τροφώνιον καὶ τὸν ἀδελφὸν μέμνηται Πίνδαρος ἐν τῇ ᾠδῇ τῶν Ἰσθμιονικῶν τῇ εἰς Κασμύλον Ῥόδιον πύκτην· ἱστορεῖ δὲ οὗτος [fr. 2. P. L. G. I4 p. 374 Bergk] ὁ δ’ ἐθέλων τε καὶ δυνάμενος ἁβρὰ πάσχειν τὰν Ἀγαμήδεϊ Τροφωνίῳ

θ’ ἑκαταβόλου συμβουλίαν λαβών. ὁ δὲ τὴν περὶ ταῦτα φράσιν συντάξας λέγει οὕτως. ~

Λεβαδείᾳ*] ὁ τόπος, ἐν ᾧ ἐμαντεύοντο. ~ ΓRφΜ

ἐσταλμένος κτλ. ] τοιούτῳ γὰρ ἐκέχρηντο τρόπῳ οἱ θέλοντες εἰς Τροφωνίου μαντεύεσθαι. ~ ΓRφΩ

— ] τοῦτο γὰρ οἱ εἰς Τ⸤ροφω⸥νίου μαντευό⸤μένοι⸥ μένοι⸥ ἐποίουν. ~ ⸤Β⸥N

νεκρὸς* εἶ] παρ’ ὑπόνοιάν ἐστιν· ὀφείλων γὰρ εἰπεῖν τί μαντεύῃ; εἶπεν ὅτι νεκρὸς εἰ. ~ ΓφΜΩ

χρᾶ*] μαντεύεται. ~ ΓRM