Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

οὐκ ἐγὼ ’λέγον] κρᾶσις τοῦ ω̄ καὶ τοῦ ε̄ εἰς τὸ ω̄, τοῦ ἐγώ καὶ τοῦ ἔλεγον. ~ VΔ

κεροιάκων*] τὰ νῦν κάροια λεγόμενα παρὰ τοῖς ναυτικοῖς, ἃ καὶ κρίκους καλοῦσιν οἱ παλαιοί. ~ VΔ

τὸ παράσειον*] τὸ καρχήσιον. ~ V

τίς* αὕτη; μὴ ὀκνήσῃς εἰπεῖν κτλ.] ὡς μόνου ἀπορρήτου ὄντος τοῦ τὰ μυστήρια ἀμυήτῳ ἐξειπεῖν. τοῦτο οὖν αὐτοῦ ἀποκλείοντές φασιν ὡς οὐκ ἐξόν σοι οὐδὲν πρὸς ἡμᾶς ἔχειν ἀπόρρητον, εἴ γε καὶ δεῖ τοὺς ἄλλους ἀποκρύπτειν, ἐν ἀκινδύνῳ σοι τὰ πρὸς ἡμᾶς ἐκφέρειν καθίσταται· μεμυήμεθα γὰρ καὶ αὐτοὶ καὶ τοῦτο δὴ τὸ τῶν τραγῳδῶν πρὸς οἰκεῖον χορὸν ἐρεῖς. ~ VΔ

κενὴν* μακαρίαν] οὐ μόνον τὰ ὕπαρ ἐνθύμια ἀλλὰ καὶ τὰ ἐν ὕπνῳ κενὴ λέγεται μακαρία. ~ ΔC

μισθοφορίαν] ναυτικά. ~ V

ἐς Αἴγιναν* κτλ.] ἑορτὴ ἐν Αἰγίνῃ. ~ V

ὑπερμαζᾷς* κτλ.] λέγεται τοῦτο ἐπὶ τῶν ἀπὸ τῆς ἄγαν πενίας ἀρξαμένων πλουτεῖν, ἔπειτα σοβαρόν τι τοῖς συνήθεσι τέως ἐνορώντων καὶ ὑπεροπτικῶν· ὅθεν καὶ ὑπερμαζᾶν λέγεται ὡς μὴ πλέον μάζης πρὸ τοῦ εὐπορηκότων. ταύτῃ καὶ τὸ ἐπιφερόμενον ἔταξε λόγιον καὶ αὐτὸ ἐπὶ τῶν κούφως φερομένων καὶ ἀλαζόνων, φημὶ τὸ μὴ εἰς τὸν κόλπον πτύειν, οὓς καὶ διὰ τοῦτο ἡ συνήθεια μακροπτύστας σκωπτικῶς ὀνομάζει. ~ VC

νεκρόν τι ἄλλο παιδίον*] Μελικέρτην φησὶ τὸν τῆς Ἰνοῦς παῖδα, ἐπιδιώκοντος τοῦ Ἀθάμαντος αὐτήν. ~ VΓ

Σισύφιόν* τι βάρος] τὸν γὰρ Σίσυφον πέτρον ἐν Ἅιδου ἀνοχλίζειν ὁ μῦθος ποιεῖ. ~ ΔV

τάριχος μὲν ἐξ Ἰβηρίας*] τῆς κάτω Ἰβηρίας τῆς πρὸς τὰ Γάδειρα λέγει — πολλὰ γὰρ ἐκεῖθεν ἰχθυηρὰ ταρίχη

ἐκομίζετο — ἰχθύας φερούσης οὐ κατὰ τὴν ἄλλην θάλασσαν ἀλλὰ πολλῷ καὶ τῷ μεγέθει καὶ τῷ λίπει τοὺς ἄλλους παρευδοκιμοῦντας. ~ ΔV

οἶνος* δὲ ἐξ Ἰταλίας] ὃν Φάλερνόν φασι. ~ V

ἀπομεμαγμένην κτλ.] σημείωσαι. ὡραῖον. ~ ΓV

ἐφίππιον*] τὴν ἀστράβην φησὶν ἤτοι τὴν ἐφεστρίδα, ἢν νῦν σέλλαν φασί. ~ VCφΔ

Ἀντίπατρόν* τινα ἐπὶ τῆς Ἑλλάδος ἔασον] Ἀλεξάνδρου τοῦτο τῆς ἱστορίας· κἀκεῖνος γὰρ περαιούμενος τὸν Ἑλλήσποντον ἐπὶ τῆς Εὐρώπης Ἀντίπατρον ἀντ’ αὐτοῦ καταλείπει. ~ VφΔ

ἐξστάδιος*] ἓξ σταδίων· εἴρητο [c. 16] γὰρ ἤδη αὐτοῖς, ὁπόσων σταδίων ἐπέχοι ἂν ἀφηγουμένους ἡ κενὴ μακαρία. ~ VΔ

δειπνῆσαι ἐν Ἰταλίᾳ κτλ.] ὡραῖον. ~ Γ

παρακεκινηκότα* τὴν γνώμην] οἷον μωραίνοντα. ~ V

τὴν ἀριστερὰν* πεφορτισμένος] ἐπὶ τῆς ἀριστερᾶς δακτυλιδιοφοροῦσι. ~ VΔ