Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

μή τις εἰρωνείαν φῇ καὶ μυκτῆρα οἷον τὸν Ἀττικὸν κτλ.] οἷον, φησίν, εἰ καὶ Ἀττικόν με ἐπαινῶν εἶπας τὸν Σύρον καὶ ἐκ Σαμοσάτων· μυκτηρισμὸν γὰρ ἂν ἡγητέον, οὐκ ἔπαινον τοῦτο. ~ EVφSΔ

ἐς τὴν Ἀττικὴν δριμύτητα κτλ.] σημείωσαι. ~ V

Πτολεμαῖος κτλ.] σημείωσαι. ἱστορία ὡραία. ~ V

τοὺς τοῦ διαλόγου ἑταίρους ἐχλεύαζε φροντιστὰς — ἐκείνους ἐπισκώπτειν] ὡς ἐν ταῖς Νεφέλαις [cf. 266. 225. 145 cet.] Ἀριστοφάνης. ~ EΔ

ὁ διάλογος κτλ.] ὥσπερ ὁ Ἀρίστωνος Πλάτων. ~ ΕΔ

παραθεὶς αὐτοῖς κεκαλυμμένα κτλ.] σημείωσαι. ὡραῖον. ~ V

φθεγγόμενον ζῷον] καὶ λάροι οὖν καὶ αἴθυιαι καὶ ἐρ⸤ωδιοὶ⸥ ἄφωνοι, καὶ φωνητικὴ καὶ ⸤ἄφωνος⸥ μόνη ἡ ἀλκυών. ~ ⸤Γ2⸥

ἀλκυόνων προσαγορευομένας ἡμέρας] ἀλκυονίτιδας ἡμέρας καὶ ἀλκυονίδας. ~ φ

ταῖς εὐδίαις κτλ.] ὡραῖον. ~ Γ

ἡμεῖς τῶν δυνατῶν κτλ.] σημείωσαι. ~ Γ

νεογιλός: ἀντὶ τοῦ νεογνός. ~ CV

ἐνθυμηθέντι γὰρ κτλ.] ὡραῖον. ~ Γ

γυναιξί* τ’ ἐμαῖς Ξανθίππῃ τε καὶ Μυρτοῖ] ὅτι δύο γυναῖκας εἶχεν ὁ Σωκράτης, Ξανθίππην καὶ Μυρτώ. ~ VCS

οὐκ ἐγὼ ’λέγον] κρᾶσις τοῦ ω̄ καὶ τοῦ ε̄ εἰς τὸ ω̄, τοῦ ἐγώ καὶ τοῦ ἔλεγον. ~ VΔ

κεροιάκων*] τὰ νῦν κάροια λεγόμενα παρὰ τοῖς ναυτικοῖς, ἃ καὶ κρίκους καλοῦσιν οἱ παλαιοί. ~ VΔ

τὸ παράσειον*] τὸ καρχήσιον. ~ V

τίς* αὕτη; μὴ ὀκνήσῃς εἰπεῖν κτλ.] ὡς μόνου ἀπορρήτου ὄντος τοῦ τὰ μυστήρια ἀμυήτῳ ἐξειπεῖν. τοῦτο οὖν αὐτοῦ ἀποκλείοντές φασιν ὡς οὐκ ἐξόν σοι οὐδὲν πρὸς ἡμᾶς ἔχειν ἀπόρρητον, εἴ γε καὶ δεῖ τοὺς ἄλλους ἀποκρύπτειν, ἐν ἀκινδύνῳ σοι τὰ πρὸς ἡμᾶς ἐκφέρειν καθίσταται· μεμυήμεθα γὰρ καὶ αὐτοὶ καὶ τοῦτο δὴ τὸ τῶν τραγῳδῶν πρὸς οἰκεῖον χορὸν ἐρεῖς. ~ VΔ

κενὴν* μακαρίαν] οὐ μόνον τὰ ὕπαρ ἐνθύμια ἀλλὰ καὶ τὰ ἐν ὕπνῳ κενὴ λέγεται μακαρία. ~ ΔC

μισθοφορίαν] ναυτικά. ~ V

ἐς Αἴγιναν* κτλ.] ἑορτὴ ἐν Αἰγίνῃ. ~ V

ὑπερμαζᾷς* κτλ.] λέγεται τοῦτο ἐπὶ τῶν ἀπὸ τῆς ἄγαν πενίας ἀρξαμένων πλουτεῖν, ἔπειτα σοβαρόν τι τοῖς συνήθεσι τέως ἐνορώντων καὶ ὑπεροπτικῶν· ὅθεν καὶ ὑπερμαζᾶν λέγεται ὡς μὴ πλέον μάζης πρὸ τοῦ εὐπορηκότων. ταύτῃ καὶ τὸ ἐπιφερόμενον ἔταξε λόγιον καὶ αὐτὸ ἐπὶ τῶν κούφως φερομένων καὶ ἀλαζόνων, φημὶ τὸ μὴ εἰς τὸν κόλπον πτύειν, οὓς καὶ διὰ τοῦτο ἡ συνήθεια μακροπτύστας σκωπτικῶς ὀνομάζει. ~ VC

νεκρόν τι ἄλλο παιδίον*] Μελικέρτην φησὶ τὸν τῆς Ἰνοῦς παῖδα, ἐπιδιώκοντος τοῦ Ἀθάμαντος αὐτήν. ~ VΓ