Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

σεμνά] σεμνὸν ἐπὶ τοῦ ἀξιωματικοῦ λέγεται, ἔσθ’ ὅτε δὲ καὶ ἐπὶ τοῦ ὑπερηφάνου τιθέασιν· Εὐριπίδης Μηδείᾳ [215]

οἶδα γὰρ πολλοὺς βροτῶν σεμνοὺς γεγῶτας
καὶ ἐν Ἱππολύτῳ [93]
μισεῖν τὸ σεμνὸν καὶ τὸ μὴ πᾶσι φίλον.
καὶ ἔνδοξον· Εὐριπίδης αὖθις [Hipp. 99]
πῶς οὖν οὐ σεμνὴν δαίμονα προσεννέπεις;
καὶ τὸ μέγα σεμνὸν λέγει. ~ Δ

θεσπέσιον*] θέσπιον, θεῖον, θαυμαστόν, πρᾷον, θεοῦ νομοθέτημα, ἐκ θεοῦ πεσόν. ~ Δ

φθόνου] φθόνος πάθος λύπης ἐπὶ τῇ τῶν πέλας εὐπραγίᾳ. ~ Δ

εἰς ὅν καιρόν* τινα ἄλλον] ⸤ὑπέρθεσις τοῦ εἰς ὅντινα ἄλλον καιρόν, ἵνα περικαλλῆ τὸν λόγον ποιήσῃ, ὡς ἐν τῷ εἰ καὶ διὰ μηδὲν ἄλλο, ὁπόταν οἱ ῥήτορες εἰ καὶ μὴ δι’ ἓν ἄλλο ὑπερθέντες εἴπωσιν, εἴ τι⸥ χρὴ Ἑρμογένει [ΙΙ. ἰδ. 338, 8 Sp.] πιστεύ⸤ειν⸥. ~ ⸤E⸥ VφSΔ