Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὀστράκου* — μεταπεσόντος] Πλατωνικὴ [Phaedr. 241B] παροιμία ἐπὶ τῶν ἀπροφασίστως μεταβαλλομένων ἀπὸ τῶν πρῴην αὐτοῖς πρεσβευομένων. ~ ECVφΔ

ῥήτραν] ῥῆτραι· συνθῆκαι, ὁμολογίαι. Ταραντῖνοι δὲ νόμους καὶ οἷον ψηφίσματα. παρὰ Λακεδαιμονίοις δὲ ῥήτρα Λυκούργου νόμος ὡς ἐκ χρησμοῦ τιθέμενος. οἱ δὲ ῥήτρας ὁμολογίας, οἱ δὲ συγγράμματα, καὶ ῥητροφύλακας τοὺς συγγραμματοφύλακας. ~ Δ

Σαλαίθῳ*] Κροτωνιατῶν νομοθέτης. ~ EVφΔ

ἑάλω] ἐλήφθη, ἐκρατήθη, ἐπορθήθη. ~ Δ

οὐ παρὰ* μικρὸν ἀτοπώτερον] σημείωσαι. ἀντὶ τοῦ πάνυ ἄτοπον οὐ παρὰ μικρὸν ἀτοπώτερον εἶπεν. ~ EVφΔ

ἀμύγδαλον*] ἡ ἀμύγδαλος. ~ Vφ

ῥυθμοῖς] ῥυθμὸς τάξις ἔμμελος ἀκόλουθος ἁρμονίας, μέλος εὐφρόσυνον. ~ Δ

τοιγαροῦν*] ἀμέλει, ὅθεν δή, οὐκοῦν, διὰ τοῦτο δὴ οὖν. ~ Δ

κατόπιν*] μετὰ ταῦτα, ἀπὸ τοῦ ὄπισθεν ἰέναι. ~ Δ

εἰς τὸν κόλπον* πτύσας ] ἀντὶ τοῦ μεγαλαυχούμενος, γαυριῶν ἐφ’ οἷς τῶν εἰς ταῦτα μισθοφορούντων κατεκομψεύου. ~ EVφΔ

— ] ⸤παροιμία εἰς τὸν κόλπον πτύειν ἐπὶ τῶν πάνυ μαλακῶν καὶ τεθρυμμένων· τοὺς γὰρ φρονηματίας καὶ ἐπῃρμένους καὶ τοῦτο αὐτὸ μεγα⸥λόφρονας οὐκ εἰς τὸν κόλπον φασὶ πτύειν ἀλλὰ πόρρω· οὓς καὶ ἡ χυδαία λαλιὰ μακροπτύστας καλεῖ διασύρουσα. ~ ⸤E⸥ C VφΔ

ἀμφιλαφεῖ : ἀντὶ τοῦ ἀφθόνῳ, πολλαχῶς κεχορηγημένῃ. ~ VΔ

ὀδύρεσθαι τὸ γῆρας: ἁπλότητος ἤθους ταῦτα κατασκευαστικά. ἀλλ’ οὖν, βωμολόχε, εἰς ταύτην κἀκεῖνοι, ὧν κατέδραμες ἀπηνῶς, καταφεύγοντες ἀπολογίαν λῆρόν σε καὶ φιλαίτιον καὶ μεμψίμοιρον ἀποφανοῦσι καὶ κώνωπα, φασί, μιμούμενον ἀετόν· τάχα γὰρ Σωκράτην ἐθέλων μιμεῖσθαι, οἷς οὗτος Πρόδικον τὸν Κεῖον καὶ τοὺς κατ’ αὐτὸν ἀπελέγχει σοφιστάς, ἐπὶ τὴν τοιαύτην ἀπέδραμες γλωσσαλγίαν. ἀλλὰ γὰρ καλῶς ἔχει τοῖς Ὁμήρου [Γ 47] σε βάλλειν

  1. ἢ τοιόσδε ἐὼν
  2. πόντον ἐπιπλώσας ἑτάρους ἐρίηρας ἀγείρας
καὶ ὅσα λοιπά. ~ ΔE

ἠλιβάτων] ἠλίβατον ὑψηλόν, ἄβατον, ἢ ὅπου ὁ ἥλιος πρῶτον βάλλει, εἴλη † βεβηκυῖαν. Στησίχορος [fr. 83 Bergk] δὲ Τάρταρον ἠλίβατον τὸν βαθὺν λέγει. ἔνιοι ἠλίφατον ἀποδιδόασιν ἡλίῳ φαινόμενον. ~ Δ

Σκύλλαν* Ἀραβίην] ἴσως τόπος οὕτω καλούμενος. ~ ΔE

κρησφύγετα*] τὰ πρὸς τοὺς χειμῶνας στενὰ καὶ ὀχυρώ

ματα. οἱ δέ φασι Κρήτης † τοὺς νησιώτας ἄμα Μίνωι τῷ βασιλεῖ θαλασσοκρατοῦντι ἔφυγον εἰς σπήλαιά τινα, ὅθεν ἐκεῖνα ὠνομάσθησαν κρησφύγετα. ~ Δ

πασῶν τὸ γράμμα κτλ.] σημείωσαι. ~ Γ

ἀνεμώνη: τὸ ἄνθος διὰ τὸ τὸ φύλλον εὐδιάσειστον εἶναι παντὶ ἀνέμῳ. ~ Δ

οὐκ ἂν φθάνοι* — προστασίας] ἀ⸤ντὶ τοῦ τά⸥χιστα ⸤ἂν⸥ πά⸤σας ἀναιρήσῃ τὰς⸥ τοιαύτ⸤ας⸥ προστασίας. ~ V ⸤E⸥Δ

μισθαρνοῦντας] ἐπὶ μισθῷ δουλεύοντας. ~ Γ

—: οἷον τοὺς τὸν μισθὸν ἀντικαταλλαττομένους. καὶ μισθαρνία λέγεται ἡ ἐπὶ μισθῷ γινομένη ἐργασία. ~ Δ

τὸ μέρος*] ἀντὶ τοῦ ὅσον εἰς ἡμᾶς ἧκεν, εἰς τὸ μέρος ἡμῶν συμβάλλεται. ~ EVφΔ

τῆς Αἰγυπτίας κτλ.] ὧ μακαρίας τῆς τότε Ῥωμαίων ἀρχῆς, καθ’ ἣν οὕτω ταῦτα ἐπράττετο, οὐχ ὡς νῦν πάντα ⸤συγ⸥χύσεως καὶ ἀ⸤γνωσ⸥ίας πάντα ⸤ἐμπέ⸥πλησται ⸤καὶ τὸ⸥ ἑκάστῳ ⸤δο⸥κοῦν νόμος.

~ ⸤E⸥Δ ἁπαξαπάντων: ὑφ’ ἕν· ἀντὶ γὰρ τοῦ παντάπασιν. Ἀριστοφάνης Εἰρήνῃ [247] 12

ἁπαξάπαντα καταμεμυττωτευμένα.
~ ECVφΔ

ὁ μισθὸς — παρὰ τοῦ* βασιλέως] εἴ τί σου ἄλλο, ταῦτα πλεονεξίας κατήγορα καὶ ἀλαζονείας. καλῶς μὲν γὰρ εἶχέ σοι ἡ ἀπολογία τὰ κοινὰ συνδιαφέρειν τοῖς ἄλλοις καὶ διαχειρίζειν προβαλλομένῳ καὶ πρὸς ἐπαίνου ὑμῖν τοῦτο παρὰ πᾶσι τὸν βίον ἐπανορθοῦσθαι προθυμηθέντι. τό γέ τοι παρὰ βασιλέως προσθεῖναι μισθοφορεῖν καὶ οὕτω μισθοφορίαν ὑπερφυῆ οὐκ ἔστιν ἥτις ἄλλη ταύτην ὑπερ

βάλοιτο φιλοτιμία καὶ πλεονεξία· εἰ γὰρ τὸ παρὰ τοῖς ἄλλοις μισθοφορεῖν αἰσχρόν, πολλῷ μᾶλλον τὸ παρὰ βασιλεῖ, καὶ εἰ τὸ μικρὰ μισθαρνεῖν καταγέλαστον, τί ἂν εἴποι τις τὸ μεγάλα; ὅσον γὰρ βασιλεὺς ἰδιώτου εἰς τύχην ὑπερτερεῖ καὶ τὰ δέκα τῆς μονάδος εἰς πλῆθος, τοσοῦτον καὶ τῷ φιλοσοφεῖν αἱρουμένῳ κατὰ τὸ κράτιστον, ἄν τε ὑπὸ μικροῦ ἄν τε ὑπὸ μεγάλου φιλοσοφίας ἐκκρούοιτο, εἰς γέλωτα πλατύτερον συντελοίη. ἴσως γὰρ τὸ μικρὸν συγγνωστόν, Θεόγνιδα [1155 Bergk] συνέπαινον ἔχον, ἐν οἷς φησιν οὐκ εὔχομαι πλουτεῖν οὐδὲ ἔραμαι, ἀλλά μοι εἴη ζῆν ἀπὸ τῶν ἐλαχίστων. ~ EΔ. Addit Δ: (om. πλουτεῖν — ἐλαχίστων): οὕτως ὄναιντο οἱ καθ’ ὑμᾶς, εἰ τοῦτο πράττουσιν· οὐ γὰρ οὔ, † ἀλλ’ ἢ τοῦ Ἀσσυρίου ἀληθῶς εἰπεῖν κατ’ οὐδὲν διακείμενοι Ἀνακενδαράξιδος. καὶ τί γὰρ ἄλλο; ~

δασμούς] μερισμοὺς φορολογίας. ~Δ

τῶν ἀρχομένων ἐπέτειοι κτλ.] σημείωσαι. ~ Γ

καὶ τὸ ἐπὶ ταῖς — ὑπὲρ τῶν φροντίδων] scholion ascriptum evanuit ~ E εἰκάζειν ἢν ἐθέλῃς — τῶν ἀκροτάτων] scholion ascriptum evanuit ~ E

λευκήν*] δύο γὰρ ψῆφοι τοῖς νικῶσιν ἀνέκειντο, λευκὴ καὶ πλήρης, ὥσπερ τοῖς ἡττωμένοις ἡ μέλαινα καὶ ἡ τετρυπημένη. ~ VECφΔ

οὐ φροντὶς* Ἱπποκλείδῃ] παροιμ⸤ία ἐπὶ τῶν ἄγαν καταφρονούντων τινὸς καὶ ἀπεριμερίμνως διακειμένων⸥. ~ Δ⸤Ε⸥Vφ

— ] παροιμία. ~ Γ