Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ἐν αὐταῖς κτλ.] τὴν τῶν Κρονίων ἑορτὴν ἔοικε λέγειν. ~ RΔ

ἔγνως ἄν, ὡς ὀργίζεσθαι γοῦν ἐφεῖται κτλ.] τὸ ἑξῆς ἔγνως ἂν ἐρωτήσας, ὡς ὀργίζεσθαι γοῦν ἐφεῖταί μοι. ~ RV

εἴ τις ἕνα κτλ.] βάλλ’ ἐς κόρακας, ὄλεθρε, γελωτοποιέ, βωμολόχε. RΔ

οἵ γε οὐδὲ ἑορτάζοντες κτλ.] σημείωσαι. ~ Γ

ὁπότε ἡ* χιὼν ἐπέχει κτλ.] χειμῶνος γὰρ τὰ Κρόνια ἤγετο. ~ VΔ

Κρονωσόλων.

ὁπόταν τὸ στοιχεῖον* ἑξάπουν ᾖ] τὴν ἀπὸ τῆς ἀκτῖνος τοῦ ἡλίου τῶν σωμάτων περιγραφομένην λέγει σκιάν· οὕτω γὰρ αὐτὴν στοιχεῖον ἐκάλουν. ~ BCRVΔ

Ἐπιστολαὶ Κρονικαί.

μύρμηξ ἢ κάμηλος;παροιμία ἐπὶ τῶν μικροῖς μεγαλαυχουμένων. ~ CRVΔ

κοιτίσι] κοιτὶς ἡ μικρὰ κίστη, ἐν ἧ κοιταζόμεναι αἱ τῶν πλουσίων γυναῖκες ἀποτίθενται τὸν χρύσεον αὐτῶν κόσμον. ~ Δ

ἔλαφον καὶ τὰ δελφάκια κτλ.] σημείωσαι. ~ V

σφηνοπώγωνες ἐν κωμῳδίᾳ δύο εἰσίν, ὁ μὲν ἐλεύθερος, ὁ δὲ οἰκέτης· ὁ μὲν ἐλεύθερος ἀναφαλαντίας, ὀφρῦς ἀνεσπασμένος, ὀξυγένειος, ὁ δὲ οἰκέτης ἀκμάζει καὶ ὄγκον ἔχει ὑψηλὸν καὶ πλατύν, κοιλαινόμενον ἐν περιφορᾷ, ξανθός, τραχύς, ἐρυθρός, πρέπων ἀγγέλῳ. ~ VΔ

ἀλλ’ εἰᾶτε καθ’ ἑαυτοὺς πλουτεῖν — ὧν οὐδὲν ὄφελος] τοῦτο καὶ Δίων ὁ Προυσαεὺς ἐν τῷ Περὶ πλούτου [cf. 79, 6] φησίν. ~ Δ

ὡς δὲ νῦν ἔχετε κτλ.] σημείωσαι. ~ V

ψύττα: ἐπὶ τοῦ ταχέως ἀποδραμεῖν τάσσεται. ~ CRVΔ

μηδὲ πρὸς ἔπος λαμβάνοιεν: ἀντὶ τοῦ παρευθύς, ἢ ὅσα ᾔτησαν. ~ CVΔ

ἀναμνήσθητι τὸν Ἰξίονα κτλ.] σημείωσαι. ἱστορία. ~ V