Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

θρίαμβον*] θρίαμβος ἐπίδειξις νίκης, πομπὴ καὶ τὸ σεμνύνεσθαι. ~ Δ

κορύζης* — γέμουσα] μεμωραμένης καὶ μυξώσης. ~ Δ

ἀμέσων*] τῶν ἐναντίων τὰ μὲν ἄμεσα ὡς ἄρτιον καὶ περιττόν, ζωὴ καὶ θάνατος, φῶς καὶ σκότος, τὰ δὲ ἔμμεσα καὶ τούτων τὰ μὲν ἓν ἔχουσι τὸ μέρος ὡς δίκαιον καὶ ἄδικον — τούτων γὰρ μέσον τὸ μηδέτερον —, τὰ δὲ πλείονα ἔχουσι τὰ μεταξὺ ὡς λευκὸν καὶ μέλαν — τούτων γὰρ μέσα πολλά, φαιόν, ὠχρόν, πυρρόν, ξανθόν, κυανοῦν. ~ Δ

— ] ἄμεσον· εἰ μὴ θνητόν, πάντως ἀθάνατον. ἔμμεσον· εἰ μὴ λευκόν, οὐ πάντως μέλαν, ἀλλ’ ἢ φαιὸν ἢ ἐρυθρὸν ἢ κιρρὸν ἤ τι τοιοῦτον. ~ Δ

ἐρείπια: τὰ εἰς γῆν πεπτωκότα. ἐρείπω δὲ σημαίνει ἐνέργειαν καὶ πάθος· σημαίνει γὰρ τὸ καταβάλλω καὶ τὸ πίπτω. ~ Δ

Ἴκκος* κτλ.] γυμνασταὶ περιώνυμοι οὗτοι. ~ ERVφ

οὐ γὰρ ποιητὴς κτλ.] ὡραῖον. ~ E

κάνδυν] κάνδυς χιτὼν Περσικός. ~

πολὺ ἀναγκαιότερον κτλ. ] ὡραῖον. ~ E

κάρχαρον; τραχεῖαν. ~

ἀγκύλην*] ἀγκύλη ἡ καμπύλη καὶ ἐπικαμπής. ~ Δ

ἐφιππίου*] ἤγουν τῆς ἀστράβης, ἣν ἄρτι σέλλαν οἱ πολλοὶ καλοῦσιν. ~ Δ

ἥκιστα: οὐδαμῶς, οὐχ ἧττον. καὶ Λιβάνιος ἔφη εἴ τινα

ἄλλον τρόπον, ὃν ἥκιστα ὤφθη, μετελθών ἐν τῷ 〈βίῳ ὁ〉 ἐπὶ τῇ φιάλῃ ἔμπορος, ἀντὶ τοῦ 〈οὐ〉 πάνυ. ~

χρηματιζέτω*] καὶ ἐν τῷ Ἰκαρομένιππός [23] φησιν οὕτως χρηματίσαντες περὶ ὧν ἧκες ἤγουν διοικήσαντες ἀποπέμψομεν. ~ Δ

ἄλλως εἰς τὸ χρηματιζέτω. χρήματα πραττέτω. σημαίνει δὲ καὶ τὸ πράγμασι χρήσασθαι· χρηματίζει ἡ βουλὴ καὶ ὁ δῆμος, οἷον πράγμασι σχολάζει· ἀφ’ οὗ χρήματα τὰ πράγματα. χρηματίζεσθαι πλουτεῖν. χρηματισάμενοι ἀντὶ τοῦ πραγματευσάμενοι. καὶ χρηματίσαι μέν ἐστι τὸ πρᾶξαι, χρηματίσασθαι δὲ τὸ κερδᾶναι. ~ Δ

ῥυθμιζέτω: διατυπούτω, κανονιζέτω, εὐθυνέτω. ~ Δ

ἄρτι: τὸ μέρος τοῦ παρεληλυθότος συνάπτον τῷ νῦν, ἐναντίως ἔχον τῷ αὐτίκα· τοῦτο γὰρ κατὰ τὸ μέλλον συνάπτει τὸ νῦν. ~ Δ

ὁπόταν δὲ καὶ φροιμιάζηται κτλ.] περὶ προοιμίων ἱστορίας. ἔργα γὰρ τοῦ προοιμίου τρία ταῦτα, τὸ προσοχὴν καὶ εὐμάθειαν καὶ εὔνοιαν ἀπεργάσασθαι, ὧν τὰ δύο προδηλότατά ἐστι τῶν ἀκροατῶν, εὐμάθεια καὶ εὔνοια. τὸ μὲν οὖν τὸν ῥήτορα ὠφελήσει, ἡ εὔνοια, ἵν’ εὐμενῶς δέξοιντο οἱ ἀκροαταὶ τοὺς λόγους αὐτοῦ. καὶ ἡ εὐμάθεια δὲ πρὸς τῶν ἀκροατῶν ἐστιν· ἐκείνους γὰρ ὀνίνησι τοῦτο ὥσπερ καὶ ἡ προσοχή, ὁ μάλιστα μεγαλονοίας δεήσεται ῥήτορος εἰδότος καὶ τὰ σμικρὰ μεγάλα δεῖξαι καὶ ὡσπερεὶ δελέατι τοὺς ἀκροατὰς ἑλεῖν. κατὰ δὲ δεύτερον λόγον καὶ ἡ εὐμάθεια ἀπὸ τῆς τοῦ ῥήτορος ἐντρεχείας γενήσεται, ἐπ’ ὠφελείᾳ μέντοι καὶ αὐτὴ τῶν ἀκροατῶν. ὥστε τριῶν

ὄντων μόνη ἡ εὔνοια τὸν ῥήτορα ὠφελήσει, τὰ γὰρ λοιπὰ δύο τοὺς ἀκροατάς· διὸ καὶ ἐν ταῖς ἱστορίαις ἐκλείπει, ὅτι μὴ ἑαυτῷ τότε ὁ ῥήτωρ ἀλλὰ τοῖς ἀκροαταῖς ἐργάζεται. ~ ERΔ

ἐξίτηλα*] ἀφανῆ, εὐτελῆ. καὶ ἔξωθεν βαφῆς. ἢ ἀντὶ τοῦ φαῦλα. ~ Δ

πέμμασι*] πέμματα οἱ πλακοῦντες. ~ Δ

σαπέρδην*] τινὲς σαπέρδην φασὶ τεμάχιον τεταριχευμένον ἰχθύος· οἱ γὰρ Ποντικοὶ τὸν κορακῖνον ἰχθὺν σαπέρδην καλοῦσιν· οἱ δὲ τὰς ἀφύας ἤτοι τὰς παρὰ τοῖς πολλοῖς ἐγγραύλεις λεγομένας ἢ τὰ τῶν μηρῶν ἐξῃρημένα κωληνάρια, οἱ δὲ τὰ τῶν συῶν ἢ προβάτων πτύχια, ἅπερ χορδὰς καλοῦσιν. ~ Δ

λιχνείαν*] λιχνεία πύκνωσις καὶ λίχνος λέγεται ὁ προαπτόμενος τῶν ὄψων. ~ Δ

ὁρᾷς τὸν Κνίδιον κτλ.] περὶ τοῦ τὴν Φάρον τὴν ἐν Ἀλεξανδρείᾳ κτίσαντος. ~ EΔ