Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

πόλεμος*] τὸ τοῦ Ἐμπεδοκλέους νεῖκός φησιν ἤγουν τῶν ἐναντίων τὴν συνδρομήν. ~ Δ

κωμικὸν* δορυφόρημα] τὸ κωφὸν προσωπεῖον. ~ Δ

καὶ μάλιστα οἷον τοὐμὸν κτλ.] ὡραῖον. ~ V

τῷ αὐτῷ πήχει: παροιμία ἐπὶ τῶν ὑπὸ τινῶν μὲν ἐπανορθώσεως τυγχανόντων, μένειν δὲ ἀναγώγων προαιρουμένων. ~ ΔEVφ

ἀπομνημονεῦσαι ἔνια: αἰτιατικὴ ἀντὶ γενικῆς. ~ EV

— ] ὅρα τὸ ἀπομνημονεῦσαι αἰτιατικῇ συντασσόμενον, γενικῇ μᾶλλον ὀφεῖλον συντάσσεσθαι. ~ φ

ἀνασπάσας αἰωρῇ κτλ. ] ὡραῖον. ~ V

ἀλλὰ κἂν Ἀγαμέμνονα κτλ.] ὡραῖον. ~ V

κιβδήλῳ] κίβδηλον· οὕτως ἐκάλουν τὸ νόθον ἢ ἀδόκιμον νόμισμα καὶ παρακοπέν. Νόμων ια′ ὁ μὲν δοῦλος φερέσθω τὸ κιβδηλευθέν’ [Plat. leg. XI 917 D]. κίβδηλον μέν ἐστιν, ὅταν ἔχῃ ἐπιφάνειαν ὡς ἀστεῖον, ἔστι δὲ μοχθηρὸν τῷ τρόπῳ. ~ Δ

Νικόστρατον*] ἔοικε Νικόστρατος οὗτος ἀθλητὴς εἶναι κατ’ ἐκεῖνο καιροῦ γενναῖος μέν, ἄλλως δὲ τὸ πρόσωπον πονηρὸς καὶ τὸν Μιλήσιον Ἀλκαῖον τὸν καλὸν μὲν ἀνάλκιδα δὲ ἔχειν ἐρώμενον. ~ RE

προσέτι γε ἀκροασαμένους κτλ.] ὡραῖον. ~ V

ὁμοίαν αὐτὴν κτλ.] σημείωσαι. ~ EV

Ὀμφάλῃ*] ὄνομα γυναικός. ~ Δ

ἀνάρμοστον] ἀπαίδευτον, ἀνόητον. ~ Δ

θωπείαν] θωπεία κολακεία, καὶ θῶπες οἱ πάντα μετὰ ψεύδους καὶ θαυμασμοῦ προσιόντες ἐπὶ κολακείᾳ. ~ Δ

ἀκούσας τὸν αὐτὸν κτλ.] ὡραῖον. ~ V

ἐμμελής] συνετή, εὔρυθμος. ~ ἐγκώμιον*] ἔνδημον· κῶμοι γὰρ τὰ τοῦ δήμου συστήματα. ~ Δ

τοῦ φροιμίου] τοῦ προοιμίου. ~ Δ

αἴρειν τὰ κτλ.] ἀστεῖον. ~ E

ἐγὼ* γοῦν θάπτοντα κτλ.] οἷος πανταχοῦ τῷ γελοίῳ ἐνευδοκιμῶν ὁ κατάρατος οὗτος. ~ REΔ

βω μολοχικά] βωμολόχος ὁ περὶ τοὺς βωμοὺς λοχῶν ὑπὲρ τοῦ λαβεῖν τι παρὰ τῶν θυόντων. μεταφορικῶς δὲ καὶ ὁ παραπλησίως τούτῳ ὠφελείας ἕνεκέν τινας κολακεύων. καὶ

βωμακεύματα καὶ βωμολοχεύματα. Ἀπολλόδωρος Κυρηναῖος ὁ εὐτράπελος καὶ γελωτοποιός. τινὲς δὲ τὸν μετά τινος εὐτραπελίας κόλακα καὶ τὸν πανοῦργον καὶ συκοφάντην. ~ Δ

ἄρτι κληρονομήσαντι τοῦ δεσπότου: Ἀττικὴ ἡ σύνταξις· τὸ γὰρ ἐπὶ μέρους λέγειν Ἀττικόν· αὐτοὶ γὰρ ἔφαγον φασὶ τοῦ ἄρτου καὶ κατέαγα τοῦ κρανίου. ~ ἔτνους*] ἔτνος πᾶν ὄσπριον ἐρειχθέν. ~ RECV

ἐμβοήσαντος μόνον κτλ.] σημείωσαι. ~ VERVU

Σατουρνῖνον*] Σάτουρνον γὰρ Ῥωμαῖοι τὸν Κρόνον λέγουσιν. ~ VECφΔ

ὄτοβος: ὁ μετὰ ἤχου κρότος καὶ θόρυβος καὶ ψόφος. ὡσαύτως καὶ κόναβος. ~ Δ

ὤδινεν ὄρος: ἐπὶ τῶν μεγάλως ἀμαθαινόντων τὸ ἐπίφθεγμα. ~ CEVΔ

οἰσυίνη: ἐκ λύγων πεπλεγμένη. ~ ERΔ

νανώδει] τὸ νάννος ἐπὶ τοῦ μικροῦ εἴωθε λαμβάνεσθαι. ~ Δ

παρασάγγας] παρασάγγαι εἶδος μέτρου Περσικοῦ, ὅ ἐστι στάδια τριάκοντα. — Δ

τὴν ἐμὴν πατρίδα τὰ Σαμόσατα] ὅτι Σαμοσατεὺς Λουκιανός. ~ ERΔ

θραυσμάτων] θραῦσμα καὶ θραῦσις λέγεται· φθορά, ἧττα ἐν πολέμῳ, θάνατος, ἀρρωστία, συντριβή, πληγή. ~ Δ

θάψας οὖν κτλ.] παύου, ταλαίπωρε· ἱκανῶς σοι πέπαισται. μέχρι πόσου διαγελάσεις τοὺς καταράτους; ~ EΔ

λοπάδων: ἡ περικειμένη ἔξωθεν τοῦ κρομμύου λεπὶς καὶ πᾶν λέπος, φλοιός, δέρμα λεπτὸν ξηρόν. λωπάσι δὲ διὰ τοῦ ω̄ μεγάλου σημαίνει τοῖς κλέπταις. ~ Δ

καὶ ἐτρώθη περὶ κτλ.] ἀπόλοιο, μιαρέ, αὐτῇ γελωτοποιίᾳ καὶ εἰρωνείᾳ. ~ ERΔ

τῶν ἀκριβῶς εἰδότων κτλ. ] σημείωσαι. ~ Γ

τὴν μέντοι ἐπιγραφὴν κτλ.] μέχρι τίνος; οὐ παύσῃ, ματαιολόγε; ~ ERΔ

δολιχόν*] κύκλον μακρὸν ἢ πολύν. ~