Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

οὐκ* ἂν φθάνοιτε κτλ.] ἀντὶ τοῦ τάχιστα ἂν πάντας ἐπὶ τὰ ὅμοια παρακαλέσητε. ~ VRφ

μέχρι μὲν κατ’ οὖρον κτλ.] καὶ πρῶτον μὲν ἐπεπόλαζε τὸ κακὸν τοῦτο ἀνθρώποις, οὐ μέντοι γε καὶ ὡς νῦν, ὅτε μηδὲ ἑαυτῷ τις σύμφωνος ᾖ τὰ ἀγαθὰ βουλόμενος, μὴ ὅτι γε κακῶν ἐν ἀδοκήτοις περιστάσεσι συνδιαφέρειν τῷ φίλῳ τὴν ἐπήρειαν ἕλοιτό τις· οὕτως ἀπανθρώπως καὶ θηριωδῶς διαβιώσκειν τῇ νῦν κέκριται γενεᾷ καὶ φιλαύτως ἢ φιλοθέως, καὶ τοῦτο ἐκεῖνο τὸ ὑπὸ τοῦ κυρίου [Matth. 24, 12] διὰ τὸ πληθυνθῆναι τὴν ἀνομίαν ἡ τῶν πολλῶν ἐψύγη ἀγάπη. ~ R

ἐκτραχηλίσασα*] τὸ ἐν τῇ συνηθείᾳ παιζόμενον ἐκδείρασα. ~ BRCVφ

οὐκ ἀνῆκεν ἐκ τῶν ὀνύχων*] ὡς ἐπὶ ἄγρας ἱεράκων ἢ ἀετῶν μετῆλθε τὸν λόγον. ~ BRVφ

καί μοι* ἐπ’ ὀφθαλμῶν κτλ.] διατύπωσις αὐξητικὴ τοῦ πάθους. ~ V

ἐν τοσούτῳ*] ἀντὶ τοῦ ἐν τῷ μεταξύ. ~ Vφ

συνεκπλεύσας — σοφιστῇ] σημείωσαι σύνταξιν θαυμασίαν. ~ R

ἐφεῖται δὲ τὸ μέγιστον κτλ.] σημείωσαι. ~ V

ἔφοδον αὐτῶν — περιηλαύνετο] ὡραῖον ὅλον. ~ Γ

ὑπερήμεροι: ἐπὶ πάσης παραπροθεσμίας λέγεται. ~ VCφ

ὀγδοήκοντα καὶ πρόβατα κτλ.] ὡραῖον. ~ Γ

περὶ τὴν βύρσαν οὕτως κτλ.] σημείωσαι. ~ Γ

ἱππεῦσιν ἀθροισθέντες — ἅπαν] ὡραῖον ὅλον. ~ Γ

ἐπεὶ δὲ καὶ σὺ — τρεῖς φίλοι] σημείωσαι. ὅλον χρήσιμον. ~ Γ