Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Μελέτη μεταληπτική, λέγοντος τοῦ φεύγοντος ἔξεστί μοι ποιῆσαι τόδε. ~ Κ

τέχνη δύναται κτλ.] σημείωσαι. ~ Γ

τοῦ θεραπεύσαντος κτλ.] ὡραῖον. ~ Γ

τῶν ἐμῶν — καὶ τὸ φαίνεσθαι] ὡραῖον ὅλον. ~ Γ

ἀρχὴν ταῦτα κτλ.] ὡραῖον. ~ Γ

ἀκροβολισμόν*] ἐρεθισμόν. καὶ ἀκροβόλοι οἱ τοξόται. ~ Δ

φιλοκρινούντων*] διακρινόντων, δοκιμαζόντων περιέργως. ~ Δ

τοῖς κεκρατημένοις κτλ.] ὡραῖον. ~ ΓVU

ἀλλ’ εὐθύς τινος κτλ.] ὡραῖον. ~ Γ

παράλογον λέγουσιν ἀρσενικῶς οἵ τ’ ἄλλοι καὶ μάλιστα Θουκυδίδης, τὸ παράδοξον καὶ ὃ οὐκ ἄν τις προσδοκήσῃ, οἷον [1, 78] τοῦ πολέμου τὸν παράλογον καὶ [cf. 2, 85] ὅτι ἐγένετο πολὺς παράλογος. παραλόγως δὲ τὸ ἀνέλπιστον λέγει καὶ παρὰ προσδοκίαν. ~ Δ

ἐπιπόλαιον*] τὸ πρὸς ὀλίγον φαινόμενον. ~ Δ

ὑποικουροῦν λεληθός τι μῖσος, ἀντὶ τοῦ ὑποτρεφόμενον καὶ ἐνδομυχοῦν. ~ Δ

ἀδίκαστον*] ἀνέριστον, δίκαιον, ἀδωροδόκητον. ~ Δ

ἐρήμης] ἐρήμη δίκη, ὅταν μὴ ἀπαντήσας ὁ διωκόμενος ἐπὶ τὴν κρίσιν καταδιαιτηθῇ. ~ Δ

ἀκμή· ὀξύτης, αὐτὴ ἡ ῥοπὴ τῆς τοῦ πράγματος ἐπιτάσεως καὶ ἡ δύναμις καὶ ἡ νεότης. ἀκμὴ δὲ καιροῦ ἡ εὐτυχία. οὕτω καὶ Ἰσοκράτης [2, 33] τὸ μὲν τῆς τοῦ καιροῦ τυγχάνειν ἀκμῆς. λαμβάνεται δὲ καὶ ἀντὶ τοῦ ἔτι. ~ Δ

ἰσχναίνοντα*] κωλύοντα, κατέχοντα· ἀπὸ ἴσχω, τὸ κρατῶ. ~ Δ

διέσφηλε*] σφαλῆναι πεποίηκεν. ~ Δ

ἀπόχρη*] ἀντὶ τοῦ ἐξαρκεῖ φησιν Ἡρόδοτος [1, 66]. ~ Δ

κώμους*] κῶμος ἡ μέθη καὶ ἡ ἀπὸ μέθης ἀσέλγεια, ᾠδαί, ὀρχήσεις μετὰ μέθης. λέγεται κῶμα καὶ ὁ ὕπνος καὶ κω

μάζω τὸ ὑβρίζω καὶ κωμαστὴς ὁ τρυφῶν μετ’ ᾠδῆς ἀσελγοῦς καὶ κώμυθα δέσμη χόρτου καὶ κωμῳδίαι ὕβρεις, διασυρμοί, ἐμπαίγματα. ~ Δ

ἀμελῶ*] ὀκνῶ, ἀναδύομαι, βραδύνω. ~ Δ

προνομίαν*] τιμὴν πλείονα. λέγεται προνομὴ καὶ ἡ διαρπαγὴ τῶν σκύλων. λέγεται προνόμια καὶ τὰ προλήμματα. ~ Δ

πάμπολυ τοῦ μὴ κτλ.] σημείωσαι. ~ Γ

ἐξαγώνιον*] ἔξω τοῦ ἀγῶνος. ~ Δ

ἁλισκόμενα*] καταλαμβανόμενα, κρατούμενα ἢ νικώμενα. ~ Δ

εὐηλίῳ καὶ εὐηνέμῳ κτλ.] ὡραῖον. ~ Γ

εὐπαγῆ καὶ εὔτονα κτλ.] σημείωσαι. ὡραῖον. ~ Γ

ὑποτυφόμενα*] καιόμενα. λέγεται καὶ τῦφος ἡ ἀλαζονεία καὶ τυφομένης ἀντὶ τοῦ καπνιζομένης καὶ τυφὼν οὐχ ἡ φλὸξ ἡ ἐκ τοῦ ἀέρος ἀλλ’ ἡ ἐκ τῆς ἀναθυμιάσεως συστροφὴ πρὸ τοῦ ἐκπυρωθῆναι, ὡς Πλάτων ἐν Φαίδρῳ [230A]. ~ Δ

αὖθις ἡ νόσος κτλ.] ὡραῖον. ~ Γ