Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τονθορύζετε: ἀντὶ τοῦ ὑπ’ ὀδόντα γογγύζετε. ~ CVU. Addunt VU: τονθορύζειν γὰρ τὸ γογγύζειν. ~

τὸ οἷς ἐφεῖται διὰ τὰς θηλείας καὶ τὸν Ἔρωτα· οὐ γὰρ ἐξῆν θηλείας δημηγορεῖν. ~ VφU

μίτραν*] μίτρα ὁ γυναικεῖος τῆς κεφαλῆς ἀνάδεσμος. λέγεται δὲ μίτρα καὶ προγαστρίδιός τις ὅπλισις ἁλυσιδωτή, τῶν πρὸ τοῦ ἤτρου φυλακή τις καὶ ἀσφάλεια. ~ CVφU

ὁ δὲ* φαλακρός] τὸν Σειληνὸν λέγει. ~ V

Ἰκαρίου*] ὁ Ἰκάριος οὗτος Ἀθηναῖος ἐγεγόνει γεωργός. τούτῳ φασὶ τὸν Διόνυσον δοῦναι τὸ κλῆμα πρώτῳ, ἀφ’ οὗ Ἰκαρία ἡ πρώτη ἄμπελος ὠνομάσθη καὶ ἡ χώρα ἡ ἐνέγκασα τὸ φυτόν. οὗτος ὁ Ἰκάριος ἔδωκε ποιμέσι τοῦ καρποῦ πιεῖν Ἀττικοῖς, οὗ πιόντας νομίσαντας τοὺς λοιπούς, ὅτι τεθνήκοιεν οἱ βαθεῖ τῷ ὕπνῳ διὰ τὴν οἰνοποσίαν κατασχεθέντες, ἀποκτεῖναι τὸν Ἰκάριον νομίσαντας θανάσιμον φάρμακον δεδωκέναι οὐ μόνον τοῖς καθεύδουσιν ἀλλὰ δὴ καὶ τοῖς ἐγρηγορόσι καὶ τῇ μέθῃ βακχεύουσι μανίας ἐμποιητικόν. οὕτω μὲν οὖν τὸν Ἰκάριον ἀποθανεῖν. ἐπεὶ δὲ κατέστησαν ἀπὸ τῆς μέθης, τὸν Διόνυσον χόλον αὐτοῖς ἐμβαλεῖν τοιόνδε· ἐλθὼν γὰρ πρὸς αὐτοὺς ἐν

σχήματι ὡραίου παιδὸς ἐξέμηνεν αὐτοὺς πρὸς ὁρμὴν μίξεως· καὶ δὴ ἐπιβουλεύειν αὐτὸν διαφθεῖραι. ἀλλ’ ὁ μὲν ἀφανὴς εὐθὺς ἐγεγόνει, οἱ δὲ ἅτε δὴ ἐκείνου ὑποσχομένου τὸ καθ’ ὁρμὴν αὐτοῖς ἐᾶν ἐκτελέσαι ὡρμήκεσαν ἄχρι κινήσεως καὶ δὴ μεμενήκεσαν οὕτως ἀεὶ ἐκ τῆς ὀργῆς Διονύσου ἀκατάπαυστον τὴν ὁρμὴν ἔχοντες. ἐφ’ οἷς ἐξιλασάμενοι τὸν θεὸν τοιαῦτα κατὰ χρησμὸν πεποιηκότες πήλινα σχήματα καὶ ἀνθ’ ἑαυτῶν ἀναθέντες ἐπαύσαντο τῆς μανίας. ~ ΓRCVφU

οὔτε Ἀχαιῶν Αἰγιεῦσιν: Αἴγιον καὶ Ἑλίκη καὶ Βούρα καὶ Ῥύπαι καὶ Πάτραι πόλεις εἰσὶ Πελοποννήσου, Πάτραι μὲν μικρὸν πρὸ τοῦ Κρισαίου κόλπου καταντικρὺ τῶν Ἐχινάδων νήσων ὡς πρὸς τὴν ἑώ, αἱ δὲ λοιπαὶ παραθαλάσσιοι τῆς ἐπὶ Κόρινθον φερούσης. Ἑλίκης δὲ καὶ τὰ ἐρείπια ἔστιν ἰδεῖν παρὰ τὸν αἰγιαλόν· αὕτη δὲ πᾶσα ἡ πόλις ὑποβρύχιός ἐστι τῇ θαλάσσῃ σεισμῷ πάλαι τοῦτο παθοῦσα. ~ VφU

ἐλλόβιον τὸ ἐνώτιον παρὰ τὸ ἐνείρεσθαι τοῖς τῶν ὤτων λοβοῖς. ~ VU

Σαβάζιος — Μίθρης] ὅτι ὁ Μίθρας ὁ αὐτός ἐστι παρὰ Πέρσαις τῷ Ἡλίῳ. καὶ ὅτι ἄλλος Διόνυσος ὁ ἐκ Σεμέλης καὶ ἄλλος ὁ Σαβάζιος λεγόμενος πρότερος ἐκείνου τοῖς χρόνοις ἐκ Διὸς καὶ Περσεφόνης· οὗ καὶ τὴν γένεσιν καὶ τὰς θυσίας καὶ τὰς τιμὰς νυκτερινὰς καὶ κρυφίους εἰσάγουσι. λέγουσι δὲ αὐτὸν καὶ τερατίαν γενέσθαι καὶ εἰς δράκοντα μεταμορφωθῆναι καὶ τῇ ἰδίᾳ θυγατρὶ μιγῆναι. ~ Vat. 942

μητραλῴου υἱὸς ὤν] Ἀλκμαίωνος γὰρ ἦν υἱὸς τοῦ

Ἀμφιαράου, ὃς Ἀλκμαίων τὴν μητέρα ἀπεκτονὼς ἐπλανᾶτο κατὰ πάσης γῆς μηδενὸς αὐτὸν διὰ τὸ ἄγος τῆς μητρὸς καταδεχομένου. χρήσαντος δὲ αὐτῷ Ἀπόλλωνος ζητεῖν γῆν εἰς κατοίκησιν, ἥτις οὔπω ἦν τῆς μητρὸς ὑπ’ αὐτοῦ κτεινομένης, σκέψασθαι μὴ ἂν ἀλλαχοῦ εὑρεθῆναι ἢ πρὸς ταῖς ἐκβολαῖς τοῦ Ἀχελῴου· θολερῶς γὰρ οὗτος ἀεὶ ῥέων καὶ πρὸς ταῖς Ἐχινάσι νήσοις εἰς θάλασσαν ἐκδιδοὺς ὑπωπτεύθη αὐτῷ πρόσχωσιν οὗτος ἐν τοσούτῳ ἐργάσασθαι καὶ γῆν ἀναδεῖξαι, ἥτις ἱκανὴ σῶμα ἀνθρώπου ὑποδέξασθαι μὴ πρότερον οὖσα τοῦ τῆς μητρὸς φόνου· καὶ δὴ πορευθῆναι καὶ κατοικῆσαι τὴν Κατοινιάδα γῆν καὶ ἐξ ἑνὸς τῶν υἱῶν Ἀκαρνᾶνος Ἀκαρνανίαν τὸν τόπον ὀνομάσαι. ~ CVφU