Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

μετ’ αὐτοῦ κἂν ἓν κτλ.] σημείωσαι. ~ V

βελτίων γένοιο κτλ.] σημείωσαι. ~ V

οὕτω πάλαι κτλ.] ὡραῖον. ~ Γ

Πυθαγόρας κωλυόμενος κτλ.] σημείωσαι. ~ V

ἐντρέψας ἐς μέλος κτλ.] σημείωσαι. ὡραῖον. ~ V

ἄρα τῶν* ἐσθιομένων ἢ πινομένων] margine decurtato scholion periit ~ E

ἀπονοίας τῆς σῆς — c. 11 Γενετυλλίδων] σημείωσαι. ὡραῖα καὶ ξένα. ~ V

Πανδήμου καὶ Γενετυλλίδων* κτλ.] εἰς ἀφροδίσια σκῶψαι βουλόμενος τὸν κακοδαίμονα τουτονὶ τοῖς τοιούτοις ὀνόμασιν αὐτὸν ὁρκῶσαι διέγνωκεν, ἃ προδήλως τῆς αἰσχρᾶς Ἀφροδίτης ἐστὶν ἐπίθετα. ~ VERφUΔ

θᾶττον ἂν Ἐρεχθέα κτλ.] σημείωσαι. ~ V

ὁ δὲ λυπάην κτλ.] σημείωσαι. ~ V

βάκηλον] βάκηλος λέγεται ὁ μέγας μὲν ἀνόητος δὲ καὶ γυναικώδης. λέγεται δὲ καὶ ὁ ἀποτετμημένος τὸ αἰδοῖον. εἴρηται δὲ οἱονεὶ βίᾳ κόλος τις ὤν, ὁ βίᾳ καὶ μανίᾳ κόλος γεγονώς, τουτέστι κολοβός. ~ Δ

ἄχρι δή σε κτλ.] σημείωσαι. ~ V

ὡς τὸν τοῦ Σινωπέως κτλ.] σημείωσαι. ~ V

ἐχρῆν δευτέραν κτλ.] ὡραῖον. ~ Γ

εἷς μόνος ἂν κτλ.] σημείωσαι. ~ V

ἔχιδναν φιλῆσαι κτλ.] ὡραῖον. ~ ΓΕ

— ] σημείωσαι. ὡραῖον. ~ V

κακὸν κακῶς σε κτλ.] ὡραῖον. ~ E

ἰαλέμων] ἰάλεμος· θρῆνος. ~ R

εὐρῶτος: τοῦ σκώληκος. ~ R

τί φαίης ἂν κτλ.] σημείωσαι. ὡραῖον. ~ V

ὡς ὤφελε κἀμέ τις κτλ.] ὡραῖον. ~ V

ὥστε τό γε ἐπ’ ἐμοὶ κτλ.] σημείωσαι. ὡραῖον. ~ V

κισσύβιον: τὸ ἀγροικικὸν ποτήριον. ἴσως ἐκ τοῦ κισσοῦ, ἐξ οὗ κατεσκεύαζον τὰ ποτήρια τὰ νῦν ἰδιωτικῶς χαλίντζια καλούμενα, κοινοτέρως δὲ καὶ ἐπὶ πάντων τῶν ξυομένων ποτηρίων ἡ λέξις τίθεται παρὰ τὸ κεχύσθαι εἰς αὐτὸ τὸν οἶνον, οἷον χύσω χυσίβιον καὶ κισσύβιον. Ἡσίοδος ὀλίγῳ δὲ ἥδεται κισσυβίῳ. ~ Δ

βινητιῶν*] συνουσιάζων. ~ Δ

θάτερον* τῶν πενήτων] κακῶς γὰρ τὸ θάτερον εἶπεν, ἐπεὶ μηδὲ ἡ εὐθεῖα θάτερος ἀλλ’ ἃτερος· ἀπὸ γὰρ τοῦ ὁ ἕτερος συναλειφθὲν ἅτερος λέγεται καὶ ἅτερον ἡ αἰτιατική· ἀεὶ γὰρ αὕτη τῇ εὐθείᾳ ἀκολουθεῖ. τὸ δὲ τριῶν μηνοῖν προδήλως βάρβαρον, δυικὸν τῷ τριῶν ἐπαγόμενον. ὡσαύτως δύσφημον καὶ τὸ ἀνηνεμία· τίς γὰρ χρεία τοῦ στερητικοῦ μηδὲν πλέον τοῦ νη δηλοῦντος; τὸ δέ τοι ἐκχύνειν καὶ ἀδιόρθωτον, ἐπεὶ χέω μὲν ἐπίσταται ἡ ἑλληνίζουσα χρῆσις, χύνω δὲ οὐδέπω ἐγκέκριται τῇ Ἑλλάδι γλώσσῃ, ὥσπερ οὐδὲ τὸ πέταμαι· οὐ γὰρ ἔστι πέτημι ἀλλὰ πέτω, βαρύτονον, ἀφ’ οὗ πέτομαι ἴσως ἂν λεχθείη, οὗ καὶ ἡ μετοχὴ πετόμενος, ὡς Πλάτων Εὐθύφρονι [4A] τί δαί; πετόμενόν τινα διώκεις; πέταμαι δὲ οὐδαμῶς, ἀλλ’ εἰ ἄρα ἵπταμαι ὡς ἀπὸ τοῦ ἵπτημι, ὡς καὶ ἀπὸ τοῦ ἵστημι λεχθείη ἂν ἵσταμαι. ~ VERφUΔ et (a lin. 18) C

Τισίου τούτου λέγει τοῦ Κόρακος τοῦ Σικελοῦ μαθητοῦ· τάχα γάρ τι τοιοῦτο καὶ αὐτὸς κατασοφισάμενός τινα πρεσβύτην εἰργάσατο. ~ VERφΔ

παιπάλημα: ὁ πανοῦργος ἄνθρωπος, κυρίως ὁ ὡσπερεὶ ἄλευρον τοῖς κακοῖς συναληλεσμένος καὶ συντετριμμένος.

νῦν δὲ οὐ τοῦτο βούλεται τῷ γλωσσαλγεῖν τούτῳ δηλοῦν, ἀλλὰ τὸν ὑπὸ τῆς ἀνενδότου μισητίας ὥσπερ ἄλευρον διατεθρυμμένον. κίναιδος δὲ ὅ τε ποιῶν ὅ τε πάσχων, παρὰ τὸ τὴν αἰδὼ κινεῖν. ~ ERCVφUΔ