Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

  1. Κάλλους γυναικὸς ἀπαραμίλλου πλάσιν
  2. πρὸς τοὺς θεαινῶν ἀντισυγκρίνας τύπους
  3. ἤκουσε κακῶς ὡς ἀπῳδὸν συγκρίνας.
  4. ἀντιλέγει πρὸς ταῦτα κομψοῖς τοῖς λόγοις
  5. δεικνὺς συνῳδοὺς τηλικαύτας συγκρίσεις.
~ φ

Ὁ λόγος οὗτος ἀντιγραφὴ τοῦ εἰς Πάνθειαν τὴν Σμυρναίαν, γυναῖκα δὲ Οὐήρου τοῦ χρηστοῦ καίσαρος, ἐπαίνου ἐστίν, ὃν καὶ Εἰκόνες ἐπέγραψεν, ἧς καὶ Μᾶρκος ὁ καῖσαρ ἐν τοῖς εἰς ἑαυτὸν Ἠθικοῖς [8, 37] αὐτοῦ μέμνηται. ~ ERVφU

τά τε ἄλλα κτλ.] σημείωσαι. ~ V

παρόντων τινὰ προσκύψαντα κτλ.] ἀστεῖον. ~ EV

παραπλήσιον δὲ κτλ.] ἀστεῖον. ~ E

— ] σημείωσαι. ~ V

καὶ οὐδὲ ὅσας ὀλίγας: εἴληπται μὲν ἀπὸ τῆς Ἀττικῆς συντάξεως τῆς πλεῖστον ὃσον, ἀλλὰ καὶ κατὰ τὸ ἀντίστροφον τῆς συνθέσεως· τὸ γὰρ ἀναφορικὸν προὔταξε καὶ κατὰ τὸ ἀντικείμενον τῷ ποσῷ· τὸ μὲν γὰρ πλεῖστον ὅσον ἐστί, τὸ δὲ ὅσας ὀλίγας. ~ ERVφU

πλοκάμους*] σημείωσαι, ὅτι βόστρυχοι μὲν ἐπὶ ἀνδρῶν, πλόκαμοι δὲ ἐπὶ γυναικῶν εὐσήμως ἂν ῥηθεῖεν. ~ VERCφ

παραθεωρεῖν*] ἀντὶ τοῦ παραβάλλειν, συγκρίνειν. ~ VERφ

καὶ γὰρ ἂν καὶ τόδε κτλ.] σημείωσαι. ἱστορία. ~ V

Κασσιέπειαν*] τὴν Κηφέως λέγει γαμετήν. ~ REVφ

Ἀλεξάνδρου*] σημείωσαι τὸ ἀκόμπαστον καὶ συνετὸν καὶ ἐχέφρον Ἀλεξάνδρου. ~ VEU

μηδὲ ὑπὲρ τὸν πόδα ἔσται τὸ ὑπόδημα: παροιμία ἐπὶ τῶν ὑπερτείνειν ἀξιούντων τὰ καθ ’ ἑαυτοὺς πράγματα, ὃ ποιεῖν φιλοῦσιν οἱ αὐχηματίαι. ~ CEVφ

κἀκεῖνο δὲ εἰπεῖν κτλ.] σημείωσαι. χρήσιμον. ~ V

τῶν σωμάτων ἑστάναι κτλ.] σημείωσαι. ~ E

ἐν γὰρ τοῖς τοιούτοις κτλ.] ὡραῖον. ~ E

ἐκ τοῦ τέως φειδομένου κτλ.] σημείωσαι. ~ V

ἐπεὶ καὶ Φειδίαν κτλ.] σημείωσαι. ὡραῖον σφόδρα. ~ V

ῥᾷστον δὲ κτλ.] σημείωσαι. ~ V

ἐπαινέσαντος τὸ μέτριον κτλ.] ὡραῖον. ~ ΓV

ὑπερεπαινεῖσθαι ἀποφαίνεις κτλ.] σημείωσαι. ὡραῖον. ~ V

περὶ αὐτῶν δὴ τούτων ἐρῶ] ἀπολογήσεταί τις καί, ὅτι οὐ πρὸς τὰς θεὰς αὐτὰς ἀλλὰ πρὸς τὰς αὐτῶν εἰκόνας σύγκρισις τῶν πρωτοτύπων ἐκπιπτούσας πάντως γε καὶ ἄλλως μὲν ἀλλὰ καὶ ὡς τὰ ἄψυχα τῶν ἐμψύχων καὶ τὰ ἐν χρώμασι τῶν ἀληθινῶν. ~ φ

λέοντι ἐοικέναι κτλ.] σημείωσαι. ~ V

ὀξυηκοώτερον*] σημείωσαι, ὅτι Μελάμπους ὀξυήκοος. ~ VR. Addit R: Λυγκεὺς δὲ ὀξυδερκέστερος. ~

καὶ τὸν Φινέα κτλ.] σημείωσαι. ~ V

συβώτου καλύβης κτλ.] σημείωσαι. ~ V

οὐ θεαῖς — δημιουργήμασι λίθου κτλ.] ιιὤμην λαθεῖν σε τοῦτο τὸν λογογράφον. ~ φ

ὁ μαστίξαι τολμήσας — ὀβελῶν] Ὁμηρομάστιξ Ζηνόδο τος ἐπεκλήθη ὀβελίσας καὶ ἀθετήσας πολλὰ τῶν Ὁμήρου ἐπῶν. ~ K

οὐδ’ ὁ τὰ νόθα κτλ.] σημείωσαι. ~ V

τὰς εἰκόνας ἐς τὸ κτλ.] σημείωσαι. ~ V

τὰς ὁμοιώσεις ἀνεύθυνον κτλ.] σημείωσαι. ~ V

εἴ τις θεῷ κτλ.] σημείωσαι. ~ V

εἰ μή τινα νομίζῃς κτλ.] σημείωσαι. ~ V