Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

ὅλας* ἁμάξας βλασφημιῶν] ἐπὶ τῶν ἄγαν ὑβριστικῶς ἀλλήλοις χρωμένων εἴρηται τοῦτο. καὶ γὰρ ἐν τοῖς Διονυσίοις ἐφ’ ἀμαξῶν ἀναβαίνοντες τοῦ ἅμα τε περίοπτοι καὶ ἐπὶ μακρὸν ἀκουόμενοι εἶναι ἔσκωπτον ἀλλήλους· ἀφ’ οὗ παροιμία τὰ ἐξ ἁμάξης. οὗτος οὖν ἵν’ ἐνδείξηται πλέον τι ἐπὶ τῷ σκώμματι παρακολουθῆσαν τοῦ εἰωθότος ὅλας εἶπεν ἁμάξας. ~ VEφΩ

βοείη ... κατὰ τὸν ποιητήν] ἐκ τῆς Χ τῆς Ἰλιάδος τοῦτο [v. 159]. ~ Γ

δόγμα — τοῖς Περιπατητικοῖς τὸ μὴ σφόδρα καταφρονεῖν χρημάτων κτλ.] εἰς Ἀριστοτέλη ἀποσκώπτει, ὃς [cf. Eth. Nic. A 9 p. 1099 a 31] καὶ τὴν ἐκτὸς εὐετηρίαν μέρος τῆς εὐδαιμονίας τίθεται. ~ EVφΩ

βασιλέως ἀποφέρεσθαι κτλ.] σημείωσαι. ~ V

ἄρθρα* ἐν ἄρθροις] κακέμφατον τοῦτο καὶ ὅ φασιν οἱ ἰδιῶται φύσιν πρὸς φύσιν. ~ VEφΩ

φιλοσοφεῖν τά γε πρὸς τῶν ὄρχεων] βάλλ’ ἐς κόρακας, μιαρέ, εἰ τοῦτο φιλοσοφεῖν ἔγνωκας. ~ ERφΩ

ὀπυίειν*] τὸ κατὰ νόμους ἄνδρα συνοικεῖν γυναικί. εἴρηται δὲ παρὰ τὸ τὴν γυναῖκα ἕπεσθαι τῷ ἀνδρί. ~ R