Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

Σώπολιν* — ἡμιμανεῖς καὶ κορυζῶντας ἀπήλλαξεν ἐγχέας φάρμακον] εἴθε καὶ νῦν τουτονὶ Σώπολιν εἴχομεν· οὐ γὰρ ἂν ἡμιμανεῖς καὶ κορυζῶντας — μικρὸν γὰρ τοῦτό γε — ἀλλ’ ἀποπλήκτους καὶ λεμφώδεις ὅλους τοῦτο μὲν περὶ μεταχείρισιν λόγων τοῦτο δὲ περὶ τὴν τῶν πολιτικῶν πραγμάτων διάθεσιν ἰάσατο ἄν, εἰ καὶ χαλεπῷ καὶ δυσμεταχειρίστῳ ὅσα γε τὰ τῆς παρούσης σκαιότητος ἐπεβάλετο ἄν. ποῦ γὰρ ἂν τοσούτου εὐπόρησεν ἐλλεβόρου; τίνων Οἰταίων ὀρέων, τίνων Ἀντικύρας ὀροπεδίων ἐπιδαψιλευομένων τὴν χορηγίαν; καὶ τὸ δὴ χαλεπώτερον τίνας καὶ πέπεικεν ἂν παρασχεῖν ἑαυτοὺς περιοδευθησομένους; οὕτως ἁπάντων κατακόρως κακοδαιμονούντων, ὡς μὴ ἄν τινα τούτων ἑαυτὸν τῶν ἀπ’ αἰῶνος εἰς σύνεσιν ὑμνουμένων οὐχ ὅπως ἐνάμιλλον οἴεσθαι φανῆναι ἀλλ’ οὐδὲ ἐγγὺς τούτῳ γενέσθαι, τὸ τοῦ Ὁμήρου [Δ 405] ἴσως ἐξ ἀμαθίας ἄγαν μεθύουσιν ἀνὰ στόμα περιφερόμενον ἡμεῖς πατέρων μέγ’ ἀμείνονες εὐχόμεθ’ εἶναι, εἰ καὶ ἀληθὲς μέν, κατὰ τὸ χείριστον δέ. ~ ΔE

κατὰ τὸν Μνησάρχου* κτλ.] τὸν Πυθαγόραν λέγει διὰ τὴν πενταετῆ σιωπήν. ἐπίτηδες δὲ τὴν Ἀθηνᾶν ἀντὶ τοῦ αἰδεσιμωτάτην ἀναίσχυντον εἶπε διαβάλλων τὴν τῶν λέξεων πλάσιν καὶ θηριομάχον τὸν Ἡρακλέα πάλιν, ὃ ἐπὶ τῶν κατακρίτων ἡ συνήθεια οἶδεν. ὀττεύομαι δὲ ἀντὶ τοῦ ἐπείγομαι· καὶ τοῦτο δὲ διαβάλλων τέθεικε τὸν χρησάμενον· τὸ γὰρ ὀττεύεσθαι ἐπὶ τοῦ ἀπὸ θεοῦ κινουμένου ἤτοι προφητεύοντος κεῖται. ῥιναυστήσειν δὲ ἀντὶ τοῦ ταῖς ῥισὶ καταυλῆσαι· ἐποίουν γὰρ τοῦτο ῥιναυλοῦντες ἤτοι διὰ τῶν ῥινῶν ψοφοῦντες ἐπὶ διασυρμῷ τινων καὶ χλεύῃ. ἀκάθαρτον δὲ ἀντὶ τοῦ ἐπίσχεσιν τῶν καταμηνίων πάσχουσαν. ~ VΕφΩΔ

ἴκταρ*] Πλατωνικὸν [Reip. IX 575 C] τοῦτο καὶ σημαίνει τὸ ἐγγύς. ~ VEφΩΔ

καὶ τὸ σκορδινᾶσθαι σημαίνει τὸ μετὰ χάσμης διατανύεσθαι. ~ ECVφ ΩΔ

ἡ γοῦν σιληπορδία* κτλ.] σιληπορδεῖν παρὰ Σώφρονι [fr. 164. Com. Graec. Fr. I 1 p. 179 Kaibel] τὸ στρηνιᾶν καὶ ἁβρύνεσθαι. ἔοικε δὲ οὗτος ἀπὸ τῆς λέξεως ἐπὶ τὸ κακέμφατον αὐτὸ μεταλαβεῖν, ὡς ἂν διὰ τὴν εὐπορίαν τῶν λέξεων καὶ τὸ μέγα ἐπὶ ταύταις φρονεῖν ἐξωγκῶσθαι αὐτῷ τὴν γαστέρα καὶ ἐπὶ τὸ ἀποπνεῦσαι ἤδη τὸν ὄγκον ἐπείγεσθαι· πολλῷ δὲ τῷ ὄγκῳ ἀποθλιβομένῳ εἰκὸς καὶ τὸν ψόφον οὐ μέτριον ἔσεσθαι. ~ E VφΩΔ