Scholia in Lucianum

Scholia in Lucianum

Scholia in Lucianum. Rabe, Hugo, editor. Leipzig: Teubner, 1906.

τό γε τοῦ Ἡρακλέος κτλ.] ἐξ Ἡροδότου [2, 44] τοῦτο λαβὼν ἔχει. ~ E

Ἀστάρτην* κτλ.] ὅτι ἡ παρὰ Σ⸢ιδωνίοις⸣ Ἀστάρτη ἡ α⸢ὐτή ἐστι τῇ⸣ Σελήνῃ. Σι⸢δώνιοι δὲ⸣ Εὐρώπην φ⸢ασὶν ἁρπα⸣σθεῖσαν μὲν ⸢ὑπὸ Διός⸣, τῷ δὲ ἀ⸢φανισθῆναι αὐ⸣τὴν εἰς

θεὸν κατεφή⸣μ⸢ισαν⸣. ~ ⸢V⸣EC Addit C: λέγεται δὲ παρ’ Αἰγυπτίοις Ἀστάρτη ἡ Ἀφροδίτη. ~ B⸥VφUΩ

νόμισμα* κτλ.] ⸢ὅτι καὶ τὸ νόμισμα Σι⸣δωνίοις βοῦν ἐπίση⸢μον ἔχει τὴν Εὐρώπην⸣ κατανενωτισ⸢μένον⸣. ~ ⸢V⸣EC

μνήμην*] ⸢ἀντὶ τοῦ⸣ κατὰ μνήμην ἢ ⸢εἰς⸣ μνήμην. ~ ⸢V⸣E

καὶ τὴν* κεφαλὴν ἐθεησάμην βυβλίνην] ⸢τοῦτο καὶ ὁ ἡμέτερος θεῖος προφήτης Ἠσαΐας ἐπι⸣κερτομεῖ καὶ τωθάζει τῷ κατὰ Δαμασκοῦ ῥήματι, δι’ ὧν φησιν [18, 1] οὐαὶ γῆς πλοίων πτέρυγες ἐπέκεινα ποταμῶν Αἰθιοπίας, ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη ⸢ὅμηρα ἐν θαλάσσῃ καὶ ἐπιστο⸣λᾶς βυβλίνας ἐπάνω τοῦ ὕδατος, ἐπιστολὰς βυβλίνας τὴν ἐτησίως τῆς πα⸢ρούσης κεφαλῆς πομπὴν⸣ ἐπιστελλομένην ὑπὲρ τῶν πλανωμένων ἀποσημαίνων, ὡς καὶ τῷ ἐν ἁγίοις Κυρίλλῳ δοκεῖ ἐν τοῖς εἰς τὸν ἅγιον Ἠσαΐαν ὑπομνήμασιν αὐτοῦ. ~ E⸢V⸣

Στρατονίκη . . . τῆς ὁ πρόγονος ἠρήσατο*] scholion margine deciso interiit ~ E

τοιάδε οἴνῳ ἑωυτὴν κτλ.] ὡραῖον. ~ E

Γάλλοι οἱ πάντῃ ἀπόκοποι τὰ αἰδοῖα, οὓς νῦν καρτζιμοὺς καλοῦσιν. ~ EC

οὐκ ἐρέω] οὐδὲ γὰρ ὅσιον, οἶμαι, τὴν αἰτίαν ἐρεῖν κιναίδειαν Διονύσου κατήγορον, παρόσον καὶ ὁ φαλλὸς τοῦ πεπορνευκότος Κοροίβου Διόνυσον ὑπόμνημα μισθὸν τοῦτον αὐτῷ Διόνυσον ἐκτετικότα Σεμέλης τῆς μητρὸς μήνυτρα. ~ E

ἀσοφίη] ἄνοια, ἄγνοια. ~ E

ἀλεκτρυών*] πότερον ὄρνις ἢ ἀνὴρ οὕτω καλούμενος; ὄρνιθι γὰρ τί συντελέσει μισθὸς καὶ τοσοῦτος; ἢ πῶς ἐν τῇ λίμνῃ καὶ ποίᾳ μηχανῇ ὄρνις οὐκ ἀμφίβιος οἰκήσει; ~ R E V

τοῦτο* κτλ.] ἐμπεπυρισμένος πυρὶ καὶ οἰμώζων, βωμολόχε. ~